NT 1 Corinthians 3
Widgets to be programmed here




1. Κἀγώ, ἀδελφοί, οὐκ ἠδυνήθην λαλῆσαι ὑμῖν ὡς πνευματικοῖς ἀλλ' ὡς σαρκίνοις, ὡς νηπίοις ἐν Χριστῷ.

2.  γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα, οὔπω γὰρ ἐδύνασθε.

3.     Ἀλλ' οὐδὲ [ἔτι] νῦν δύνασθε, ἔτι γὰρ σαρκικοί ἐστε. ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις, οὐχὶ σαρκικοί ἐστε καὶ

4.  κατὰ ἄνθρωπον περιπατεῖτε; ὅταν γὰρ λέγῃ τις Ἐγὼ μέν εἰμι Παύλου, ἕτερος δέ Ἐγὼ Ἀπολλώ, οὐκ ἄνθρωποί

5.  ἐστε; τί οὖν ἐστὶν Ἀπολλώς; τί δέ ἐστιν Παῦλος; διάκονοι δι' ὧν ἐπιστεύσατε, καὶ ἑκάστῳ ὡς κύριος ἔδωκεν.

6.  ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισεν, ἀλλὰ θεὸς ηὔξανεν:

7.  ὥστε οὔτε φυτεύων ἐστίν τι οὔτε ποτίζων, ἀλλ' αὐξάνων θεός.

8.  ὁ φυτεύων δὲ καὶ ποτίζων ἕν εἰσιν, ἕκαστος δὲ τὸν ἴδιον μισθὸν λήμψεται κατὰ τὸν ἴδιον κόπον, θεοῦ γάρ ἐσμεν συνεργοί: θεοῦ γεώργιον,

9.  θεοῦ οἰκοδομή ἐστε.

10.  Κατὰ τὴν χάριν τοῦ θεοῦ τὴν δοθεῖσάν μοι ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον ἔθηκα, ἄλλος δὲ ἐποικοδομεῖ.

11.  ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ: θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς

12.  ἐστιν Ἰησοῦς Χριστός: εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον χρυσίον, ἀργύριον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην,

13.  ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται, γὰρ ἡμέρα δηλώσει: ὅτι ἐν πυρὶ ἀποκαλύπτεται, καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστιν τὸ πῦρ αὐτὸ δοκιμάσει.

14.  εἴ τινος τὸ ἔργον μενεῖ ἐποικοδόμησεν,

15.  μισθὸν λήμψεται: εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται, αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός.

16.  Οὐκ οἴδατε ὅτι ναὸς

17.  θεοῦ ἐστὲ καὶ τὸ πνεῦμα τοῦ θεοῦ ἐν ὑμῖν οἰκεῖ; εἴ τις τὸν ναὸν τοῦ θεοῦ φθείρει, φθερεῖ τοῦτον θεός: γὰρ ναὸς τοῦ θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς.

18.     Μηδεὶς ἑαυτὸν ἐξαπατάτω: εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσθω, ἵνα γένηται σοφός,

19.  ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ θεῷ ἐστίν: γέγραπται γάρ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ

20.  αὐτῶν: καὶ πάλιν Κύριος γινώσκει τοὺς διαλογισμοὺς

21.  τῶν σοφῶν ὅτι εἰσὶν μάταιοι. ὥστε μηδεὶς καυχάσθω ἐν ἀνθρώποις: πάντα γὰρ ὑμῶν ἐστίν,

22.  εἴτε Παῦλος εἴτε Ἀπολλὼς εἴτε Κηφᾶς εἴτε κόσμος εἴτε ζωὴ εἴτε θάνατος εἴτε ἐνεστῶτα εἴτε μέλλοντα,

23.  πάντα ὑμῶν, ὑμεῖς δὲ Χριστοῦ, Χριστὸς δὲ θεοῦ.















Parse Information
Hover over the lovely Greek words to see parse information.