LXX Zechariah 9
Widgets to be programmed here




1. λῆμμα λόγου κυρίου ἐν γῇ *σεδραχ καὶ *δαμασκοῦ θυσία αὐτοῦ διότι κύριος ἐφορᾷ ἀνθρώπους καὶ πάσας φυλὰς τοῦ Iσραηλ

2. καὶ Eμαθ ἐν τοῖς ὁρίοις αὐτῆς *τύρος καὶ *σιδών διότι ἐφρόνησαν σφόδρα

3. καὶ ᾠκοδόμησεν *τύρος ὀχυρώματα ἑαυτῇ καὶ ἐθησαύρισεν ἀργύριον ὡς χοῦν καὶ συνήγαγεν χρυσίον ὡς πηλὸν ὁδῶν

4. διὰ τοῦτο κύριος κληρονομήσει αὐτὴν καὶ πατάξει εἰς θάλαςαν δύναμιν αὐτῆς καὶ αὕτη ἐν πυρὶ καταναλωθήσεται

5. ὄψεται Ἀσκαλὼν καὶ φοβηθήσεται καὶ *γάζα καὶ ὀδυνηθήσεται σφόδρα καὶ Aκκαρων ὅτι ᾐσχύνθη ἐπὶ τῷ παραπτώματι αὐτῆς καὶ ἀπολεῖται βασιλεὺς ἐκ *γάζης καὶ Ἀσκαλὼν οὐ μὴ κατοικηθῇ

6. καὶ κατοικήσουσιν ἀλλογενεῖς ἐν Ἀζώτῳ καὶ καθελῶ ὕβριν ἀλλοφύλων

7. καὶ ἐξαρῶ τὸ αἷμα αὐτῶν ἐκ στόματος αὐτῶν καὶ τὰ βδελύγματα αὐτῶν ἐκ μέσου ὀδόντων αὐτῶν καὶ ὑπολειφθήσεται καὶ οὗτος τῷ θεῷ ἡμῶν καὶ ἔσονται ὡς χιλίαρχος ἐν Iουδα καὶ Aκκαρων ὡς Iεβουσαῖος

8. καὶ ὑποστήσομαι τῷ οἴκῳ μου ἀνάστημα τοῦ μὴ διαπορεύεσθαι μηδὲ ἀνακάμπτειν καὶ οὐ μὴ ἐπέλθῃ ἐπ' αὐτοὺς οὐκέτι ἐξελαύνων διότι νῦν ἑώρακα ἐν τοῖς ὀφθαλμοῖς μου

9. χαῖρε σφόδρα θύγατερ *σιων κήρυςε θύγατερ Iερουσαλημ ἰδοὺ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σῴζων αὐτός πραὺ+ς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον

10. καὶ ἐξολεθρεύσει ἅρματα ἐξ Eφραιμ καὶ ἵππον ἐξ Iερουσαλημ καὶ ἐξολεθρευθήσεται τόξον πολεμικόν καὶ πλῆθος καὶ εἰρήνη ἐξ ἐθνῶν καὶ κατάρξει ὑδάτων ἕως θαλάςης καὶ ποταμῶν διεκβολὰς γῆς

11. καὶ σὺ ἐν αἵματι διαθήκης ἐξαπέστειλας δεσμίους σου ἐκ λάκκου οὐκ ἔχοντος ὕδωρ

12. καθήσεσθε ἐν ὀχυρώματι δέσμιοι τῆς συναγωγῆς καὶ ἀντὶ μιᾶς ἡμέρας παροικεσίας σου διπλᾶ ἀνταποδώσω σοι

13. διότι ἐνέτεινά σε Iουδα ἐμαυτῷ τόξον ἔπλησα τὸν Eφραιμ καὶ ἐπεγερῶ τὰ τέκνα σου *σιων ἐπὶ τὰ τέκνα τῶν Ἑλλήνων καὶ ψηλαφήσω σε ὡς ῥομφαίαν μαχητοῦ

14. καὶ κύριος ἔσται ἐπ' αὐτοὺς καὶ ἐξελεύσεται ὡς ἀστραπὴ βολίς καὶ κύριος παντοκράτωρ ἐν σάλπιγγι σαλπιεῖ καὶ πορεύσεται ἐν σάλῳ ἀπειλῆς αὐτοῦ

15. κύριος παντοκράτωρ ὑπερασπιεῖ αὐτῶν καὶ καταναλώσουσιν αὐτοὺς καὶ καταχώσουσιν αὐτοὺς ἐν λίθοις σφενδόνης καὶ ἐκπίονται αὐτοὺς ὡς οἶνον καὶ πλήσουσιν ὡς φιάλας θυσιαστήριον

16. καὶ σώσει αὐτοὺς κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὡς πρόβατα λαὸν αὐτοῦ διότι λίθοι ἅγιοι κυλίονται ἐπὶ τῆς γῆς αὐτοῦ

17. ὅτι εἴ τι ἀγαθὸν αὐτοῦ καὶ εἴ τι καλὸν παρ' αὐτοῦ σῖτος νεανίσκοις καὶ οἶνος εὐωδιάζων εἰς παρθένους















Parse Information
Hover over the lovely Greek words to see parse information.