LXX Zechariah 12
Widgets to be programmed here




1. λῆμμα λόγου κυρίου ἐπὶ τὸν Iσραηλ λέγει κύριος ἐκτείνων οὐρανὸν καὶ θεμελιῶν γῆν καὶ πλάςων πνεῦμα ἀνθρώπου ἐν αὐτῷ

2. ἰδοὺ ἐγὼ τίθημι τὴν Iερουσαλημ ὡς πρόθυρα σαλευόμενα πᾶσι τοῖς λαοῖς κύκλῳ καὶ ἐν τῇ Iουδαίᾳ ἔσται περιοχὴ ἐπὶ Iερουσαλημ

3. καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θήσομαι τὴν Iερουσαλημ λίθον καταπατούμενον πᾶσιν τοῖς ἔθνεσιν πᾶς καταπατῶν αὐτὴν ἐμπαίζων ἐμπαίξεται καὶ ἐπισυναχθήσονται ἐπ' αὐτὴν πάντα τὰ ἔθνη τῆς γῆς

4. ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγει κύριος παντοκράτωρ πατάξω πάντα ἵππον ἐν ἐκστάσει καὶ τὸν ἀναβάτην αὐτοῦ ἐν παραφρονήσει ἐπὶ δὲ τὸν οἶκον Iουδα διανοίξω τοὺς ὀφθαλμούς μου καὶ πάντας τοὺς ἵππους τῶν λαῶν πατάξω ἐν ἀποτυφλώσει

5. καὶ ἐροῦσιν οἱ χιλίαρχοι Iουδα ἐν ταῖς καρδίαις αὐτῶν εὑρήσομεν ἑαυτοῖς τοὺς κατοικοῦντας Iερουσαλημ ἐν κυρίῳ παντοκράτορι θεῷ αὐτῶν

6. ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θήσομαι τοὺς χιλιάρχους Iουδα ὡς δαλὸν πυρὸς ἐν ξύλοις καὶ ὡς λαμπάδα πυρὸς ἐν καλάμῃ καὶ καταφάγονται ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων πάντας τοὺς λαοὺς κυκλόθεν καὶ κατοικήσει Iερουσαλημ ἔτι καθ' ἑαυτήν

7. καὶ σώσει κύριος τὰ σκηνώματα Iουδα καθὼς ἀπ' ἀρχῆς ὅπως μὴ μεγαλύνηται καύχημα οἴκου *δαυιδ καὶ ἔπαρσις τῶν κατοικούντων Iερουσαλημ ἐπὶ τὸν Iουδαν

8. καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὑπερασπιεῖ κύριος ὑπὲρ τῶν κατοικούντων Iερουσαλημ καὶ ἔσται ἀσθενῶν ἐν αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὡς οἶκος *δαυιδ δὲ οἶκος *δαυιδ ὡς οἶκος θεοῦ ὡς ἄγγελος κυρίου ἐνώπιον αὐτῶν

9. καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ζητήσω τοῦ ἐξᾶραι πάντα τὰ ἔθνη τὰ ἐπερχόμενα ἐπὶ Iερουσαλημ

10. καὶ ἐκχεῶ ἐπὶ τὸν οἶκον *δαυιδ καὶ ἐπὶ τοὺς κατοικοῦντας Iερουσαλημ πνεῦμα χάριτος καὶ οἰκτιρμοῦ καὶ ἐπιβλέψονται πρός με ἀνθ' ὧν κατωρχήσαντο καὶ κόψονται ἐπ' αὐτὸν κοπετὸν ὡς ἐπ' ἀγαπητὸν καὶ ὀδυνηθήσονται ὀδύνην ὡς ἐπὶ πρωτοτόκῳ

11. ἐν τῇ ἡμέρᾳ ἐκείνῃ μεγαλυνθήσεται κοπετὸς ἐν Iερουσαλημ ὡς κοπετὸς ῥοῶνος ἐν πεδίῳ ἐκκοπτομένου

12. καὶ κόψεται γῆ κατὰ φυλὰς φυλάς φυλὴ καθ' ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς φυλὴ οἶκου *δαυιδ καθ' ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς φυλὴ οἴκου *ναθαν καθ' ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς

13. φυλὴ οἴκου *λευι καθ' ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς φυλὴ τοῦ *συμεων καθ' ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς

14. πᾶσαι αἱ φυλαὶ αἱ ὑπολελειμμέναι φυλὴ καθ' ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς















Parse Information
Hover over the lovely Greek words to see parse information.