LXX Psalms 97
Widgets to be programmed here




1. ψαλμὸς τῷ *δαυιδ ᾄσατε τῷ κυρίῳ ᾆσμα καινόν ὅτι θαυμαστὰ ἐποίησεν κύριος ἔσωσεν αὐτῷ δεξιὰ αὐτοῦ καὶ βραχίων ἅγιος αὐτοῦ

2. ἐγνώρισεν κύριος τὸ σωτήριον αὐτοῦ ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψεν τὴν δικαιοσύνην αὐτοῦ

3. ἐμνήσθη τοῦ ἐλέους αὐτοῦ τῷ Iακωβ καὶ τῆς ἀληθείας αὐτοῦ τῷ οἴκῳ Iσραηλ εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν

4. ἀλαλάξατε τῷ θεῷ πᾶσα γῆ ᾄσατε καὶ ἀγαλλιᾶσθε καὶ ψάλατε

5. ψάλατε τῷ κυρίῳ ἐν κιθάρᾳ ἐν κιθάρᾳ καὶ φωνῇ ψαλμοῦ

6. ἐν σάλπιγξιν ἐλαταῖς καὶ φωνῇ σάλπιγγος κερατίνης ἀλαλάξατε ἐνώπιον τοῦ βασιλέως κυρίου

7. σαλευθήτω θάλαςα καὶ τὸ πλήρωμα αὐτῆς οἰκουμένη καὶ οἱ κατοικοῦντες ἐν αὐτῇ

8. ποταμοὶ κροτήσουσιν χειρὶ ἐπὶ τὸ αὐτό τὰ ὄρη ἀγαλλιάσονται

9. ὅτι ἥκει κρῖναι τὴν γῆν κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ καὶ λαοὺς ἐν εὐθύτητι















Parse Information
Hover over the lovely Greek words to see parse information.