LXX Psalms 92
Widgets to be programmed here




1. εἰς τὴν ἡμέραν τοῦ προσαββάτου ὅτε κατῴκισται γῆ αἶνος ᾠδῆς τῷ *δαυιδ κύριος ἐβασίλευσεν εὐπρέπειαν ἐνεδύσατο ἐνεδύσατο κύριος δύναμιν καὶ περιεζώσατο καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην ἥτις οὐ σαλευθήσεται

2. ἕτοιμος θρόνος σου ἀπὸ τότε ἀπὸ τοῦ αἰῶνος σὺ εἶ

3. ἐπῆραν οἱ ποταμοί κύριε ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν

4. ἀπὸ φωνῶν ὑδάτων πολλῶν θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάςης θαυμαστὸς ἐν ὑψηλοῖς κύριος

5. τὰ μαρτύριά σου ἐπιστώθησαν σφόδρα τῷ οἴκῳ σου πρέπει ἁγίασμα κύριε εἰς μακρότητα ἡμερῶν















Parse Information
Hover over the lovely Greek words to see parse information.