Widgets to be programmed here
1. τοῖς υἱοῖς *κορε ψαλμὸς ᾠδῆς οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσιν τοῖς ἁγίοις
2. ἀγαπᾷ κύριος τὰς πύλας *σιων ὑπὲρ πάντα τὰ σκηνώματα Iακωβ
3. δεδοξασμένα ἐλαλήθη περὶ σοῦ ἡ πόλις τοῦ θεοῦ διάψαλμα
4. μνησθήσομαι Ρααβ καὶ *βαβυλῶνος τοῖς γινώσκουσίν με καὶ ἰδοὺ ἀλλόφυλοι καὶ *τύρος καὶ λαὸς Aἰθιόπων οὗτοι ἐγενήθησαν ἐκεῖ
5. μήτηρ *σιων ἐρεῖ ἄνθρωπος καὶ ἄνθρωπος ἐγενήθη ἐν αὐτῇ καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ ὕψιστος
6. κύριος διηγήσεται ἐν γραφῇ λαῶν καὶ ἀρχόντων τούτων τῶν γεγενημένων ἐν αὐτῇ διάψαλμα
7. ὡς εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοί
Parse Information
Hover over the lovely Greek words to see parse information.