LXX Psalms 83
Widgets to be programmed here




1. εἰς τὸ τέλος ὑπὲρ τῶν ληνῶν τοῖς υἱοῖς *κορε ψαλμός

2. ὡς ἀγαπητὰ τὰ σκηνώματά σου κύριε τῶν δυνάμεων

3. ἐπιποθεῖ καὶ ἐκλείπει ψυχή μου εἰς τὰς αὐλὰς τοῦ κυρίου καρδία μου καὶ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ θεὸν ζῶντα

4. καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν καὶ τρυγὼν νοςιὰν ἑαυτῇ οὗ θήσει τὰ νοςία αὐτῆς τὰ θυσιαστήριά σου κύριε τῶν δυνάμεων βασιλεύς μου καὶ θεός μου

5. μακάριοι οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσίν σε διάψαλμα

6. μακάριος ἀνήρ οὗ ἐστιν ἀντίλημψις αὐτοῦ παρὰ σοῦ κύριε ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ διέθετο

7. ἐν τῇ κοιλάδι τοῦ κλαυθμῶνος εἰς τόπον ὃν ἔθετο καὶ γὰρ εὐλογίας δώσει νομοθετῶν

8. πορεύσονται ἐκ δυνάμεως εἰς δύναμιν ὀφθήσεται θεὸς τῶν θεῶν ἐν *σιων

9. κύριε θεὸς τῶν δυνάμεων εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι θεὸς Iακωβ διάψαλμα

10. ὑπερασπιστὰ ἡμῶν ἰδέ θεός καὶ ἐπίβλεψον ἐπὶ τὸ πρόσωπον τοῦ χριστοῦ σου

11. ὅτι κρείςων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας ἐξελεξάμην παραρριπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ θεοῦ μᾶλλον οἰκεῖν ἐν σκηνώμασιν ἁμαρτωλῶν

12. ὅτι ἔλεον καὶ ἀλήθειαν ἀγαπᾷ κύριος θεός χάριν καὶ δόξαν δώσει κύριος οὐ στερήσει τὰ ἀγαθὰ τοὺς πορευομένους ἐν ἀκακίᾳ

13. κύριε τῶν δυνάμεων μακάριος ἄνθρωπος ἐλπίζων ἐπὶ σέ















Parse Information
Hover over the lovely Greek words to see parse information.