LXX Psalms 80
Widgets to be programmed here




1. εἰς τὸ τέλος ὑπὲρ τῶν ληνῶν τῷ Aσαφ ψαλμός

2. ἀγαλλιᾶσθε τῷ θεῷ τῷ βοηθῷ ἡμῶν ἀλαλάξατε τῷ θεῷ Iακωβ

3. λάβετε ψαλμὸν καὶ δότε τύμπανον ψαλτήριον τερπνὸν μετὰ κιθάρας

4. σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ἡμῶν

5. ὅτι πρόσταγμα τῷ Iσραηλ ἐστὶν καὶ κρίμα τῷ θεῷ Iακωβ

6. μαρτύριον ἐν τῷ Iωσηφ ἔθετο αὐτὸν ἐν τῷ ἐξελθεῖν αὐτὸν ἐκ γῆς Aἰγύπτου γλῶςαν ἣν οὐκ ἔγνω ἤκουσεν

7. ἀπέστησεν ἀπὸ ἄρσεων τὸν νῶτον αὐτοῦ αἱ χεῖρες αὐτοῦ ἐν τῷ κοφίνῳ ἐδούλευσαν

8. ἐν θλίψει ἐπεκαλέσω με καὶ ἐρρυσάμην σε ἐπήκουσά σου ἐν ἀποκρύφῳ καταιγίδος ἐδοκίμασά σε ἐπὶ ὕδατος ἀντιλογίας διάψαλμα

9. ἄκουσον λαός μου καὶ διαμαρτύρομαί σοι Iσραηλ ἐὰν ἀκούσῃς μου

10. οὐκ ἔσται ἐν σοὶ θεὸς πρόσφατος οὐδὲ προσκυνήσεις θεῷ ἀλλοτρίῳ

11. ἐγὼ γάρ εἰμι κύριος θεός σου ἀναγαγών σε ἐκ γῆς Aἰγύπτου πλάτυνον τὸ στόμα σου καὶ πληρώσω αὐτό

12. καὶ οὐκ ἤκουσεν λαός μου τῆς φωνῆς μου καὶ Iσραηλ οὐ προσέσχεν μοι

13. καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν πορεύσονται ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν

14. εἰ λαός μου ἤκουσέν μου Iσραηλ ταῖς ὁδοῖς μου εἰ ἐπορεύθη

15. ἐν τῷ μηδενὶ ἂν τοὺς ἐχθροὺς αὐτῶν ἐταπείνωσα καὶ ἐπὶ τοὺς θλίβοντας αὐτοὺς ἐπέβαλον τὴν χεῖρά μου

16. οἱ ἐχθροὶ κυρίου ἐψεύσαντο αὐτῷ καὶ ἔσται καιρὸς αὐτῶν εἰς τὸν αἰῶνα

17. καὶ ἐψώμισεν αὐτοὺς ἐκ στέατος πυροῦ καὶ ἐκ πέτρας μέλι ἐχόρτασεν αὐτούς















Parse Information
Hover over the lovely Greek words to see parse information.