LXX Psalms 75
Widgets to be programmed here




1. εἰς τὸ τέλος ἐν ὕμνοις ψαλμὸς τῷ Aσαφ ᾠδὴ πρὸς τὸν Ἀςύριον

2. γνωστὸς ἐν τῇ Iουδαίᾳ θεός ἐν τῷ Iσραηλ μέγα τὸ ὄνομα αὐτοῦ

3. καὶ ἐγενήθη ἐν εἰρήνῃ τόπος αὐτοῦ καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν *σιων

4. ἐκεῖ συνέτριψεν τὰ κράτη τῶν τόξων ὅπλον καὶ ῥομφαίαν καὶ πόλεμον διάψαλμα

5. φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων

6. ἐταράχθησαν πάντες οἱ ἀσύνετοι τῇ καρδίᾳ ὕπνωσαν ὕπνον αὐτῶν καὶ οὐχ εὗρον οὐδὲν πάντες οἱ ἄνδρες τοῦ πλούτου ταῖς χερσὶν αὐτῶν

7. ἀπὸ ἐπιτιμήσεώς σου θεὸς Iακωβ ἐνύσταξαν οἱ ἐπιβεβηκότες τοὺς ἵππους

8. σὺ φοβερὸς εἶ καὶ τίς ἀντιστήσεταί σοι ἀπὸ τότε ὀργή σου

9. ἐκ τοῦ οὐρανοῦ ἠκούτισας κρίσιν γῆ ἐφοβήθη καὶ ἡσύχασεν

10. ἐν τῷ ἀναστῆναι εἰς κρίσιν τὸν θεὸν τοῦ σῶσαι πάντας τοὺς πραεῖς τῆς γῆς διάψαλμα

11. ὅτι ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι καὶ ἐγκατάλειμμα ἐνθυμίου ἑορτάσει σοι

12. εὔξασθε καὶ ἀπόδοτε κυρίῳ τῷ θεῷ ὑμῶν πάντες οἱ κύκλῳ αὐτοῦ οἴσουσιν δῶρα

13. τῷ φοβερῷ καὶ ἀφαιρουμένῳ πνεύματα ἀρχόντων φοβερῷ παρὰ τοῖς βασιλεῦσι τῆς γῆς















Parse Information
Hover over the lovely Greek words to see parse information.