LXX Psalms 52
Widgets to be programmed here




1. εἰς τὸ τέλος ὑπὲρ μαελεθ συνέσεως τῷ *δαυιδ

2. εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ οὐκ ἔστιν θεός διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἀνομίαις οὐκ ἔστιν ποιῶν ἀγαθόν

3. θεὸς ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων τοῦ ἰδεῖν εἰ ἔστιν συνίων ἐκζητῶν τὸν θεόν

4. πάντες ἐξέκλιναν ἅμα ἠχρεώθησαν οὐκ ἔστιν ποιῶν ἀγαθόν οὐκ ἔστιν ἕως ἑνός

5. οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν οἱ ἔσθοντες τὸν λαόν μου βρώσει ἄρτου τὸν θεὸν οὐκ ἐπεκαλέσαντο

6. ἐκεῖ φοβηθήσονται φόβον οὗ οὐκ ἦν φόβος ὅτι θεὸς διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων κατῃσχύνθησαν ὅτι θεὸς ἐξουδένωσεν αὐτούς

7. τίς δώσει ἐκ *σιων τὸ σωτήριον τοῦ Iσραηλ ἐν τῷ ἐπιστρέψαι κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ ἀγαλλιάσεται Iακωβ καὶ εὐφρανθήσεται Iσραηλ















Parse Information
Hover over the lovely Greek words to see parse information.