LXX Psalms 51
Widgets to be programmed here




1. εἰς τὸ τέλος συνέσεως τῷ *δαυιδ

2. ἐν τῷ ἐλθεῖν *δωηκ τὸν Iδουμαῖον καὶ ἀναγγεῖλαι τῷ *σαουλ καὶ εἰπεῖν αὐτῷ ἦλθεν *δαυιδ εἰς τὸν οἶκον Aβιμελεχ

3. τί ἐγκαυχᾷ ἐν κακίᾳ δυνατός ἀνομίαν ὅλην τὴν ἡμέραν

4. ἀδικίαν ἐλογίσατο γλῶςά σου ὡσεὶ ξυρὸν ἠκονημένον ἐποίησας δόλον

5. ἠγάπησας κακίαν ὑπὲρ ἀγαθωσύνην ἀδικίαν ὑπὲρ τὸ λαλῆσαι δικαιοσύνην διάψαλμα

6. ἠγάπησας πάντα τὰ ῥήματα καταποντισμοῦ γλῶςαν δολίαν

7. διὰ τοῦτο θεὸς καθελεῖ σε εἰς τέλος ἐκτίλαι σε καὶ μεταναστεύσαι σε ἀπὸ σκηνώματος καὶ τὸ ῥίζωμά σου ἐκ γῆς ζώντων διάψαλμα

8. καὶ ὄψονται δίκαιοι καὶ φοβηθήσονται καὶ ἐπ' αὐτὸν γελάσονται καὶ ἐροῦσιν

9. ἰδοὺ ἄνθρωπος ὃς οὐκ ἔθετο τὸν θεὸν βοηθὸν αὐτοῦ ἀλλ' ἐπήλπισεν ἐπὶ τὸ πλῆθος τοῦ πλούτου αὐτοῦ καὶ ἐδυναμώθη ἐπὶ τῇ ματαιότητι αὐτοῦ

10. ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ θεοῦ ἤλπισα ἐπὶ τὸ ἔλεος τοῦ θεοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος

11. ἐξομολογήσομαί σοι εἰς τὸν αἰῶνα ὅτι ἐποίησας καὶ ὑπομενῶ τὸ ὄνομά σου ὅτι χρηστὸν ἐναντίον τῶν ὁσίων σου















Parse Information
Hover over the lovely Greek words to see parse information.