LXX Psalms 46
Widgets to be programmed here




1. εἰς τὸ τέλος ὑπὲρ τῶν υἱῶν *κορε ψαλμός

2. πάντα τὰ ἔθνη κροτήσατε χεῖρας ἀλαλάξατε τῷ θεῷ ἐν φωνῇ ἀγαλλιάσεως

3. ὅτι κύριος ὕψιστος φοβερός βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν

4. ὑπέταξεν λαοὺς ἡμῖν καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν

5. ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν αὐτοῦ τὴν καλλονὴν Iακωβ ἣν ἠγάπησεν διάψαλμα

6. ἀνέβη θεὸς ἐν ἀλαλαγμῷ κύριος ἐν φωνῇ σάλπιγγος

7. ψάλατε τῷ θεῷ ἡμῶν ψάλατε ψάλατε τῷ βασιλεῖ ἡμῶν ψάλατε

8. ὅτι βασιλεὺς πάσης τῆς γῆς θεός ψάλατε συνετῶς

9. ἐβασίλευσεν θεὸς ἐπὶ τὰ ἔθνη θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ

10. ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ θεοῦ Aβρααμ ὅτι τοῦ θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν















Parse Information
Hover over the lovely Greek words to see parse information.