LXX Psalms 45
Widgets to be programmed here




1. εἰς τὸ τέλος ὑπὲρ τῶν υἱῶν *κορε ὑπὲρ τῶν κρυφίων ψαλμός

2. θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις βοηθὸς ἐν θλίψεσιν ταῖς εὑρούσαις ἡμᾶς σφόδρα

3. διὰ τοῦτο οὐ φοβηθησόμεθα ἐν τῷ ταράςεσθαι τὴν γῆν καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλαςῶν

4. ἤχησαν καὶ ἐταράχθησαν τὰ ὕδατα αὐτῶν ἐταράχθησαν τὰ ὄρη ἐν τῇ κραταιότητι αὐτοῦ διάψαλμα

5. τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσιν τὴν πόλιν τοῦ θεοῦ ἡγίασεν τὸ σκήνωμα αὐτοῦ ὕψιστος

6. θεὸς ἐν μέσῳ αὐτῆς οὐ σαλευθήσεται βοηθήσει αὐτῇ θεὸς τὸ πρὸς πρωί

7. ἐταράχθησαν ἔθνη ἔκλιναν βασιλεῖαι ἔδωκεν φωνὴν αὐτοῦ ἐσαλεύθη γῆ

8. κύριος τῶν δυνάμεων μεθ' ἡμῶν ἀντιλήμπτωρ ἡμῶν θεὸς Iακωβ διάψαλμα

9. δεῦτε ἴδετε τὰ ἔργα κυρίου ἔθετο τέρατα ἐπὶ τῆς γῆς

10. ἀνταναιρῶν πολέμους μέχρι τῶν περάτων τῆς γῆς τόξον συντρίψει καὶ συγκλάσει ὅπλον καὶ θυρεοὺς κατακαύσει ἐν πυρί

11. σχολάσατε καὶ γνῶτε ὅτι ἐγώ εἰμι θεός ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν ὑψωθήσομαι ἐν τῇ γῇ

12. κύριος τῶν δυνάμεων μεθ' ἡμῶν ἀντιλήμπτωρ ἡμῶν θεὸς Iακωβ















Parse Information
Hover over the lovely Greek words to see parse information.