LXX Psalms 149
Widgets to be programmed here




1. αλληλουια ᾄσατε τῷ κυρίῳ ᾆσμα καινόν αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων

2. εὐφρανθήτω Iσραηλ ἐπὶ τῷ ποιήσαντι αὐτόν καὶ υἱοὶ *σιων ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν

3. αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ

4. ὅτι εὐδοκεῖ κύριος ἐν λαῷ αὐτοῦ καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ

5. καυχήσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν

6. αἱ ὑψώσεις τοῦ θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν

7. τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν ἐλεγμοὺς ἐν τοῖς λαοῖς

8. τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς

9. τοῦ ποιῆσαι ἐν αὐτοῖς κρίμα ἔγγραπτον δόξα αὕτη ἐστὶν πᾶσι τοῖς ὁσίοις αὐτοῦ















Parse Information
Hover over the lovely Greek words to see parse information.