LXX Psalms 147
Widgets to be programmed here




1. αλληλουια Aγγαιου καὶ *ζαχαριου ἐπαίνει Iερουσαλημ τὸν κύριον αἴνει τὸν θεόν σου *σιων

2. ὅτι ἐνίσχυσεν τοὺς μοχλοὺς τῶν πυλῶν σου εὐλόγησεν τοὺς υἱούς σου ἐν σοί

3. τιθεὶς τὰ ὅριά σου εἰρήνην καὶ στέαρ πυροῦ ἐμπιπλῶν σε

4. ἀποστέλλων τὸ λόγιον αὐτοῦ τῇ γῇ ἕως τάχους δραμεῖται λόγος αὐτοῦ

5. τοῦ διδόντος χιόνα ὡσεὶ ἔριον ὁμίχλην ὡσεὶ σποδὸν πάςοντος

6. βάλλοντος κρύσταλλον αὐτοῦ ὡσεὶ ψωμούς κατὰ πρόσωπον ψύχους αὐτοῦ τίς ὑποστήσεται

7. ἀποστελεῖ τὸν λόγον αὐτοῦ καὶ τήξει αὐτά πνεύσει τὸ πνεῦμα αὐτοῦ καὶ ῥυήσεται ὕδατα

8. ἀπαγγέλλων τὸν λόγον αὐτοῦ τῷ Iακωβ δικαιώματα καὶ κρίματα αὐτοῦ τῷ Iσραηλ

9. οὐκ ἐποίησεν οὕτως παντὶ ἔθνει καὶ τὰ κρίματα αὐτοῦ οὐκ ἐδήλωσεν αὐτοῖς















Parse Information
Hover over the lovely Greek words to see parse information.