LXX Psalms 145
Widgets to be programmed here




1. αλληλουια Aγγαιου καὶ *ζαχαριου αἴνει ψυχή μου τὸν κύριον

2. αἰνέσω κύριον ἐν ζωῇ μου ψαλῶ τῷ θεῷ μου ἕως ὑπάρχω

3. μὴ πεποίθατε ἐπ' ἄρχοντας καὶ ἐφ' υἱοὺς ἀνθρώπων οἷς οὐκ ἔστιν σωτηρία

4. ἐξελεύσεται τὸ πνεῦμα αὐτοῦ καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτῶν

5. μακάριος οὗ θεὸς Iακωβ βοηθός ἐλπὶς αὐτοῦ ἐπὶ κύριον τὸν θεὸν αὐτοῦ

6. τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν τὴν θάλαςαν καὶ πάντα τὰ ἐν αὐτοῖς τὸν φυλάςοντα ἀλήθειαν εἰς τὸν αἰῶνα

7. ποιοῦντα κρίμα τοῖς ἀδικουμένοις διδόντα τροφὴν τοῖς πεινῶσιν κύριος λύει πεπεδημένους

8. κύριος ἀνορθοῖ κατερραγμένους κύριος σοφοῖ τυφλούς κύριος ἀγαπᾷ δικαίους

9. κύριος φυλάςει τοὺς προσηλύτους ὀρφανὸν καὶ χήραν ἀναλήμψεται καὶ ὁδὸν ἁμαρτωλῶν ἀφανιεῖ

10. βασιλεύσει κύριος εἰς τὸν αἰῶνα θεός σου *σιων εἰς γενεὰν καὶ γενεάν















Parse Information
Hover over the lovely Greek words to see parse information.