LXX Psalms 14
Widgets to be programmed here




1. ψαλμὸς τῷ *δαυιδ κύριε τίς παροικήσει ἐν τῷ σκηνώματί σου καὶ τίς κατασκηνώσει ἐν τῷ ὄρει τῷ ἁγίῳ σου

2. πορευόμενος ἄμωμος καὶ ἐργαζόμενος δικαιοσύνην λαλῶν ἀλήθειαν ἐν καρδίᾳ αὐτοῦ

3. ὃς οὐκ ἐδόλωσεν ἐν γλώςῃ αὐτοῦ οὐδὲ ἐποίησεν τῷ πλησίον αὐτοῦ κακὸν καὶ ὀνειδισμὸν οὐκ ἔλαβεν ἐπὶ τοὺς ἔγγιστα αὐτοῦ

4. ἐξουδένωται ἐνώπιον αὐτοῦ πονηρευόμενος τοὺς δὲ φοβουμένους κύριον δοξάζει ὀμνύων τῷ πλησίον αὐτοῦ καὶ οὐκ ἀθετῶν

5. τὸ ἀργύριον αὐτοῦ οὐκ ἔδωκεν ἐπὶ τόκῳ καὶ δῶρα ἐπ' ἀθῴοις οὐκ ἔλαβεν ποιῶν ταῦτα οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα















Parse Information
Hover over the lovely Greek words to see parse information.