LXX Psalms 136
Widgets to be programmed here




1. τῷ *δαυιδ ἐπὶ τῶν ποταμῶν *βαβυλῶνος ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν ἐν τῷ μνησθῆναι ἡμᾶς τῆς *σιων

2. ἐπὶ ταῖς ἰτέαις ἐν μέσῳ αὐτῆς ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν

3. ὅτι ἐκεῖ ἐπηρώτησαν ἡμᾶς οἱ αἰχμαλωτεύσαντες ἡμᾶς λόγους ᾠδῶν καὶ οἱ ἀπαγαγόντες ἡμᾶς ὕμνον ᾄσατε ἡμῖν ἐκ τῶν ᾠδῶν *σιων

4. πῶς ᾄσωμεν τὴν ᾠδὴν κυρίου ἐπὶ γῆς ἀλλοτρίας

5. ἐὰν ἐπιλάθωμαί σου Iερουσαλημ ἐπιλησθείη δεξιά μου

6. κολληθείη γλῶςά μου τῷ λάρυγγί μου ἐὰν μή σου μνησθῶ ἐὰν μὴ προανατάξωμαι τὴν Iερουσαλημ ἐν ἀρχῇ τῆς εὐφροσύνης μου

7. μνήσθητι κύριε τῶν υἱῶν Eδωμ τὴν ἡμέραν Iερουσαλημ τῶν λεγόντων ἐκκενοῦτε ἐκκενοῦτε ἕως θεμέλιος ἐν αὐτῇ

8. θυγάτηρ *βαβυλῶνος ταλαίπωρος μακάριος ὃς ἀνταποδώσει σοι τὸ ἀνταπόδομά σου ἀνταπέδωκας ἡμῖν

9. μακάριος ὃς κρατήσει καὶ ἐδαφιεῖ τὰ νήπιά σου πρὸς τὴν πέτραν















Parse Information
Hover over the lovely Greek words to see parse information.