LXX Psalms 129
Widgets to be programmed here




1. ᾠδὴ τῶν ἀναβαθμῶν ἐκ βαθέων ἐκέκραξά σε κύριε

2. κύριε εἰσάκουσον τῆς φωνῆς μου γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου

3. ἐὰν ἀνομίας παρατηρήσῃ κύριε κύριε τίς ὑποστήσεται

4. ὅτι παρὰ σοὶ ἱλασμός ἐστιν

5. ἕνεκεν τοῦ νόμου σου ὑπέμεινά σε κύριε ὑπέμεινεν ψυχή μου εἰς τὸν λόγον σου

6. ἤλπισεν ψυχή μου ἐπὶ τὸν κύριον ἀπὸ φυλακῆς πρωίας μέχρι νυκτός ἀπὸ φυλακῆς πρωίας ἐλπισάτω Iσραηλ ἐπὶ τὸν κύριον

7. ὅτι παρὰ τῷ κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις

8. καὶ αὐτὸς λυτρώσεται τὸν Iσραηλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ















Parse Information
Hover over the lovely Greek words to see parse information.