LXX Psalms 128
Widgets to be programmed here




1. ᾠδὴ τῶν ἀναβαθμῶν πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου εἰπάτω δὴ Iσραηλ

2. πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι

3. ἐπὶ τοῦ νώτου μου ἐτέκταινον οἱ ἁμαρτωλοί ἐμάκρυναν τὴν ἀνομίαν αὐτῶν

4. κύριος δίκαιος συνέκοψεν αὐχένας ἁμαρτωλῶν

5. αἰσχυνθήτωσαν καὶ ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω πάντες οἱ μισοῦντες *σιων

6. γενηθήτωσαν ὡς χόρτος δωμάτων ὃς πρὸ τοῦ ἐκσπασθῆναι ἐξηράνθη

7. οὗ οὐκ ἐπλήρωσεν τὴν χεῖρα αὐτοῦ θερίζων καὶ τὸν κόλπον αὐτοῦ τὰ δράγματα συλλέγων

8. καὶ οὐκ εἶπαν οἱ παράγοντες εὐλογία κυρίου ἐφ' ὑμᾶς εὐλογήκαμεν ὑμᾶς ἐν ὀνόματι κυρίου















Parse Information
Hover over the lovely Greek words to see parse information.