LXX Psalms 127
Widgets to be programmed here




1. ᾠδὴ τῶν ἀναβαθμῶν μακάριοι πάντες οἱ φοβούμενοι τὸν κύριον οἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ

2. τοὺς πόνους τῶν καρπῶν σου φάγεσαι μακάριος εἶ καὶ καλῶς σοι ἔσται

3. γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου οἱ υἱοί σου ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης σου

4. ἰδοὺ οὕτως εὐλογηθήσεται ἄνθρωπος φοβούμενος τὸν κύριον

5. εὐλογήσαι σε κύριος ἐκ *σιων καὶ ἴδοις τὰ ἀγαθὰ Iερουσαλημ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου

6. καὶ ἴδοις υἱοὺς τῶν υἱῶν σου εἰρήνη ἐπὶ τὸν Iσραηλ















Parse Information
Hover over the lovely Greek words to see parse information.