LXX Psalms 125
Widgets to be programmed here




1. ᾠδὴ τῶν ἀναβαθμῶν ἐν τῷ ἐπιστρέψαι κύριον τὴν αἰχμαλωσίαν *σιων ἐγενήθημεν ὡς παρακεκλημένοι

2. τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν καὶ γλῶςα ἡμῶν ἀγαλλιάσεως τότε ἐροῦσιν ἐν τοῖς ἔθνεσιν ἐμεγάλυνεν κύριος τοῦ ποιῆσαι μετ' αὐτῶν

3. ἐμεγάλυνεν κύριος τοῦ ποιῆσαι μεθ' ἡμῶν ἐγενήθημεν εὐφραινόμενοι

4. ἐπίστρεψον κύριε τὴν αἰχμαλωσίαν ἡμῶν ὡς χειμάρρους ἐν τῷ νότῳ

5. οἱ σπείροντες ἐν δάκρυσιν ἐν ἀγαλλιάσει θεριοῦσιν

6. πορευόμενοι ἐπορεύοντο καὶ ἔκλαιον αἴροντες τὰ σπέρματα αὐτῶν ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει αἴροντες τὰ δράγματα αὐτῶν















Parse Information
Hover over the lovely Greek words to see parse information.