LXX Psalms 121
Widgets to be programmed here




1. ᾠδὴ τῶν ἀναβαθμῶν εὐφράνθην ἐπὶ τοῖς εἰρηκόσιν μοι εἰς οἶκον κυρίου πορευσόμεθα

2. ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν ἐν ταῖς αὐλαῖς σου Iερουσαλημ

3. Iερουσαλημ οἰκοδομουμένη ὡς πόλις ἧς μετοχὴ αὐτῆς ἐπὶ τὸ αὐτό

4. ἐκεῖ γὰρ ἀνέβησαν αἱ φυλαί φυλαὶ κυρίου μαρτύριον τῷ Iσραηλ τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματι κυρίου

5. ὅτι ἐκεῖ ἐκάθισαν θρόνοι εἰς κρίσιν θρόνοι ἐπὶ οἶκον *δαυιδ

6. ἐρωτήσατε δὴ τὰ εἰς εἰρήνην τὴν Iερουσαλημ καὶ εὐθηνία τοῖς ἀγαπῶσίν σε

7. γενέσθω δὴ εἰρήνη ἐν τῇ δυνάμει σου καὶ εὐθηνία ἐν ταῖς πυργοβάρεσίν σου

8. ἕνεκα τῶν ἀδελφῶν μου καὶ τῶν πλησίον μου ἐλάλουν δὴ εἰρήνην περὶ σοῦ

9. ἕνεκα τοῦ οἴκου κυρίου τοῦ θεοῦ ἡμῶν ἐξεζήτησα ἀγαθά σοι















Parse Information
Hover over the lovely Greek words to see parse information.