LXX Psalms 120
Widgets to be programmed here




1. ᾠδὴ τῶν ἀναβαθμῶν ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη πόθεν ἥξει βοήθειά μου

2. βοήθειά μου παρὰ κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν

3. μὴ δῷς εἰς σάλον τὸν πόδα σου μηδὲ νυστάξῃ φυλάςων σε

4. ἰδοὺ οὐ νυστάξει οὐδὲ ὑπνώσει φυλάςων τὸν Iσραηλ

5. κύριος φυλάξει σε κύριος σκέπη σου ἐπὶ χεῖρα δεξιάν σου

6. ἡμέρας ἥλιος οὐ συγκαύσει σε οὐδὲ σελήνη τὴν νύκτα

7. κύριος φυλάξει σε ἀπὸ παντὸς κακοῦ φυλάξει τὴν ψυχήν σου

8. κύριος φυλάξει τὴν εἴσοδόν σου καὶ τὴν ἔξοδόν σου ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος















Parse Information
Hover over the lovely Greek words to see parse information.