LXX Psalms 119
Widgets to be programmed here




1. ᾠδὴ τῶν ἀναβαθμῶν πρὸς κύριον ἐν τῷ θλίβεσθαί με ἐκέκραξα καὶ εἰσήκουσέν μου

2. κύριε ῥῦσαι τὴν ψυχήν μου ἀπὸ χειλέων ἀδίκων καὶ ἀπὸ γλώςης δολίας

3. τί δοθείη σοι καὶ τί προστεθείη σοι πρὸς γλῶςαν δολίαν

4. τὰ βέλη τοῦ δυνατοῦ ἠκονημένα σὺν τοῖς ἄνθραξιν τοῖς ἐρημικοῖς

5. οἴμμοι ὅτι παροικία μου ἐμακρύνθη κατεσκήνωσα μετὰ τῶν σκηνωμάτων *κηδαρ

6. πολλὰ παρῴκησεν ψυχή μου

7. μετὰ τῶν μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικός ὅταν ἐλάλουν αὐτοῖς ἐπολέμουν με δωρεάν















Parse Information
Hover over the lovely Greek words to see parse information.