LXX Psalms 113
Widgets to be programmed here




1. αλληλουια ἐν ἐξόδῳ Iσραηλ ἐξ Aἰγύπτου οἴκου Iακωβ ἐκ λαοῦ βαρβάρου

2. ἐγενήθη Iουδαία ἁγίασμα αὐτοῦ Iσραηλ ἐξουσία αὐτοῦ

3. θάλαςα εἶδεν καὶ ἔφυγεν Iορδάνης ἐστράφη εἰς τὰ ὀπίσω

4. τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοὶ καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων

5. τί σοί ἐστιν θάλαςα ὅτι ἔφυγες καὶ σοί Iορδάνη ὅτι ἀνεχώρησας εἰς τὰ ὀπίσω

6. τὰ ὄρη ὅτι ἐσκιρτήσατε ὡσεὶ κριοί καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων

7. ἀπὸ προσώπου κυρίου ἐσαλεύθη γῆ ἀπὸ προσώπου τοῦ θεοῦ Iακωβ

8. τοῦ στρέψαντος τὴν πέτραν εἰς λίμνας ὑδάτων καὶ τὴν ἀκρότομον εἰς πηγὰς ὑδάτων

9. μὴ ἡμῖν κύριε μὴ ἡμῖν ἀλλ' τῷ ὀνόματί σου δὸς δόξαν ἐπὶ τῷ ἐλέει σου καὶ τῇ ἀληθείᾳ σου

10. μήποτε εἴπωσιν τὰ ἔθνη ποῦ ἐστιν θεὸς αὐτῶν

11. δὲ θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ ἄνω ἐν τοῖς οὐρανοῖς καὶ ἐν τῇ γῇ πάντα ὅσα ἠθέλησεν ἐποίησεν

12. τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον ἔργα χειρῶν ἀνθρώπων

13. στόμα ἔχουσιν καὶ οὐ λαλήσουσιν ὀφθαλμοὺς ἔχουσιν καὶ οὐκ ὄψονται

14. ὦτα ἔχουσιν καὶ οὐκ ἀκούσονται ῥῖνας ἔχουσιν καὶ οὐκ ὀσφρανθήσονται

15. χεῖρας ἔχουσιν καὶ οὐ ψηλαφήσουσιν πόδας ἔχουσιν καὶ οὐ περιπατήσουσιν οὐ φωνήσουσιν ἐν τῷ λάρυγγι αὐτῶν

16. ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ καὶ πάντες οἱ πεποιθότες ἐπ' αὐτοῖς

17. οἶκος Iσραηλ ἤλπισεν ἐπὶ κύριον βοηθὸς αὐτῶν καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν

18. οἶκος Aαρων ἤλπισεν ἐπὶ κύριον βοηθὸς αὐτῶν καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν

19. οἱ φοβούμενοι τὸν κύριον ἤλπισαν ἐπὶ κύριον βοηθὸς αὐτῶν καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν

20. κύριος ἐμνήσθη ἡμῶν καὶ εὐλόγησεν ἡμᾶς εὐλόγησεν τὸν οἶκον Iσραηλ εὐλόγησεν τὸν οἶκον Aαρων

21. εὐλόγησεν τοὺς φοβουμένους τὸν κύριον τοὺς μικροὺς μετὰ τῶν μεγάλων

22. προσθείη κύριος ἐφ' ὑμᾶς ἐφ' ὑμᾶς καὶ ἐπὶ τοὺς υἱοὺς ὑμῶν

23. εὐλογημένοι ὑμεῖς τῷ κυρίῳ τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν

24. οὐρανὸς τοῦ οὐρανοῦ τῷ κυρίῳ τὴν δὲ γῆν ἔδωκεν τοῖς υἱοῖς τῶν ἀνθρώπων

25. οὐχ οἱ νεκροὶ αἰνέσουσίν σε κύριε οὐδὲ πάντες οἱ καταβαίνοντες εἰς ᾅδου

26. ἀλλ' ἡμεῖς οἱ ζῶντες εὐλογήσομεν τὸν κύριον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος















Parse Information
Hover over the lovely Greek words to see parse information.