LXX Psalms 112
Widgets to be programmed here




1. αλληλουια αἰνεῖτε παῖδες κύριον αἰνεῖτε τὸ ὄνομα κυρίου

2. εἴη τὸ ὄνομα κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος

3. ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν αἰνεῖτε τὸ ὄνομα κυρίου

4. ὑψηλὸς ἐπὶ πάντα τὰ ἔθνη κύριος ἐπὶ τοὺς οὐρανοὺς δόξα αὐτοῦ

5. τίς ὡς κύριος θεὸς ἡμῶν ἐν ὑψηλοῖς κατοικῶν

6. καὶ τὰ ταπεινὰ ἐφορῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ

7. ἐγείρων ἀπὸ γῆς πτωχὸν καὶ ἀπὸ κοπρίας ἀνυψῶν πένητα

8. τοῦ καθίσαι αὐτὸν μετὰ ἀρχόντων μετὰ ἀρχόντων λαοῦ αὐτοῦ

9. κατοικίζων στεῖραν ἐν οἴκῳ μητέρα τέκνων εὐφραινομένην















Parse Information
Hover over the lovely Greek words to see parse information.