LXX Proverbs 32
Widgets to be programmed here




1. αὗται αἱ παιδεῖαι σαλωμῶντος αἱ ἀδιάκριτοι ἂς ἐξεγράψαντο οἱ φίλοι Eζεκιου τοῦ βασιλέως τῆς Iουδαίας

2. δόξα θεοῦ κρύπτει λόγον δόξα δὲ βασιλέως τιμᾷ πράγματα

3. οὐρανὸς ὑψηλός γῆ δὲ βαθεῖα καρδία δὲ βασιλέως ἀνεξέλεγκτος

4. τύπτε ἀδόκιμον ἀργύριον καὶ καθαρισθήσεται καθαρὸν ἅπαν

5. κτεῖνε ἀσεβεῖς ἐκ προσώπου βασιλέως καὶ κατορθώσει ἐν δικαιοσύνῃ θρόνος αὐτοῦ

6. μὴ ἀλαζονεύου ἐνώπιον βασιλέως μηδὲ ἐν τόποις δυναστῶν ὑφίστασο

7. κρεῖςον γάρ σοι τὸ ῥηθῆναι ἀνάβαινε πρός με ταπεινῶσαί σε ἐν προσώπῳ δυνάστου εἶδον οἱ ὀφθαλμοί σου λέγε

8. μὴ πρόσπιπτε εἰς μάχην ταχέως ἵνα μὴ μεταμεληθῇς ἐπ' ἐσχάτων ἡνίκα ἄν σε ὀνειδίσῃ σὸς φίλος

9. ἀναχώρει εἰς τὰ ὀπίσω μὴ καταφρόνει

10. μή σε ὀνειδίσῃ μὲν φίλος δὲ μάχη σου καὶ ἔχθρα οὐκ ἀπέσται ἀλλ' ἔσται σοι ἴση θανάτῳ

11. μῆλον χρυσοῦν ἐν ὁρμίσκῳ σαρδίου οὕτως εἰπεῖν λόγον

12. εἰς ἐνώτιον χρυσοῦν σάρδιον πολυτελὲς δέδεται λόγος σοφὸς εἰς εὐήκοον οὖς

13. ὥσπερ ἔξοδος χιόνος ἐν ἀμήτῳ κατὰ καῦμα ὠφελεῖ οὕτως ἄγγελος πιστὸς τοὺς ἀποστείλαντας αὐτόν ψυχὰς γὰρ τῶν αὐτῷ χρωμένων ὠφελεῖ

14. ὥσπερ ἄνεμοι καὶ νέφη καὶ ὑετοὶ ἐπιφανέστατοι οὕτως οἱ καυχώμενοι ἐπὶ δόσει ψευδεῖ

15. ἐν μακροθυμίᾳ εὐοδία βασιλεῦσιν γλῶςα δὲ μαλακὴ συντρίβει ὀστᾶ

16. μέλι εὑρὼν φάγε τὸ ἱκανόν μήποτε πλησθεὶς ἐξεμέσῃς

17. σπάνιον εἴσαγε σὸν πόδα πρὸς τὸν σεαυτοῦ φίλον μήποτε πλησθείς σου μισήσῃ σε

18. ῥόπαλον καὶ μάχαιρα καὶ τόξευμα ἀκιδωτόν οὕτως καὶ ἀνὴρ καταμαρτυρῶν τοῦ φίλου αὐτοῦ μαρτυρίαν ψευδῆ

19. ὀδοὺς κακοῦ καὶ ποὺς παρανόμου ὀλεῖται ἐν ἡμέρᾳ κακῇ

20. ὥσπερ ὄξος ἕλκει ἀσύμφορον οὕτως προσπεσὸν πάθος ἐν σώματι καρδίαν λυπεῖ

21. ἐὰν πεινᾷ ἐχθρός σου τρέφε αὐτόν ἐὰν διψᾷ πότιζε αὐτόν

22. τοῦτο γὰρ ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ δὲ κύριος ἀνταποδώσει σοι ἀγαθά

23. ἄνεμος βορέας ἐξεγείρει νέφη πρόσωπον δὲ ἀναιδὲς γλῶςαν ἐρεθίζει

24. κρεῖττον οἰκεῖν ἐπὶ γωνίας δώματος μετὰ γυναικὸς λοιδόρου ἐν οἰκίᾳ κοινῇ

25. ὥσπερ ὕδωρ ψυχρὸν ψυχῇ διψώσῃ προσηνές οὕτως ἀγγελία ἀγαθὴ ἐκ γῆς μακρόθεν

26. ὥσπερ εἴ τις πηγὴν φράςοι καὶ ὕδατος ἔξοδον λυμαίνοιτο οὕτως ἄκοσμον δίκαιον πεπτωκέναι ἐνώπιον ἀσεβοῦς

27. ἐσθίειν μέλι πολὺ οὐ καλόν τιμᾶν δὲ χρὴ λόγους ἐνδόξους

28. ὥσπερ πόλις τὰ τείχη καταβεβλημένη καὶ ἀτείχιστος οὕτως ἀνὴρ ὃς οὐ μετὰ βουλῆς τι πράςει















Parse Information
Hover over the lovely Greek words to see parse information.