1. καὶ ἐλάλησεν κύριος πρὸς *μωυσῆν λέγων
2. λάλησον τῷ Aαρων καὶ ἐρεῖς πρὸς αὐτόν ὅταν ἐπιτιθῇς τοὺς λύχνους ἐκ μέρους κατὰ πρόσωπον τῆς λυχνίας φωτιοῦσιν οἱ ἑπτὰ λύχνοι
3. καὶ ἐποίησεν οὕτως Aαρων ἐκ τοῦ ἑνὸς μέρους κατὰ πρόσωπον τῆς λυχνίας ἐξῆψεν τοὺς λύχνους αὐτῆς καθὰ συνέταξεν κύριος τῷ *μωυσῇ
4. καὶ αὕτη ἡ κατασκευὴ τῆς λυχνίας στερεὰ χρυσῆ ὁ καυλὸς αὐτῆς καὶ τὰ κρίνα αὐτῆς στερεὰ ὅλη κατὰ τὸ εἶδος ὃ ἔδειξεν κύριος τῷ *μωυσῇ οὕτως ἐποίησεν τὴν λυχνίαν
5. καὶ ἐλάλησεν κύριος πρὸς *μωυσῆν λέγων
6. λαβὲ τοὺς *λευίτας ἐκ μέσου υἱῶν Iσραηλ καὶ ἀφαγνιεῖς αὐτούς
7. καὶ οὕτως ποιήσεις αὐτοῖς τὸν ἁγνισμὸν αὐτῶν περιρρανεῖς αὐτοὺς ὕδωρ ἁγνισμοῦ καὶ ἐπελεύσεται ξυρὸν ἐπὶ πᾶν τὸ σῶμα αὐτῶν καὶ πλυνοῦσιν τὰ ἱμάτια αὐτῶν καὶ καθαροὶ ἔσονται
8. καὶ λήμψονται μόσχον ἕνα ἐκ βοῶν καὶ τούτου θυσίαν σεμιδάλεως ἀναπεποιημένην ἐν ἐλαίῳ καὶ μόσχον ἐνιαύσιον ἐκ βοῶν λήμψῃ περὶ ἁμαρτίας
9. καὶ προσάξεις τοὺς *λευίτας ἔναντι τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ συνάξεις πᾶσαν συναγωγὴν υἱῶν Iσραηλ
10. καὶ προσάξεις τοὺς *λευίτας ἔναντι κυρίου καὶ ἐπιθήσουσιν οἱ υἱοὶ Iσραηλ τὰς χεῖρας αὐτῶν ἐπὶ τοὺς *λευίτας
11. καὶ ἀφοριεῖ Aαρων τοὺς *λευίτας ἀπόδομα ἔναντι κυρίου παρὰ τῶν υἱῶν Iσραηλ καὶ ἔσονται ὥστε ἐργάζεσθαι τὰ ἔργα κυρίου
12. οἱ δὲ *λευῖται ἐπιθήσουσιν τὰς χεῖρας ἐπὶ τὰς κεφαλὰς τῶν μόσχων καὶ ποιήσει τὸν ἕνα περὶ ἁμαρτίας καὶ τὸν ἕνα εἰς ὁλοκαύτωμα κυρίῳ ἐξιλάσασθαι περὶ αὐτῶν
13. καὶ στήσεις τοὺς *λευίτας ἔναντι κυρίου καὶ ἔναντι Aαρων καὶ ἔναντι τῶν υἱῶν αὐτοῦ καὶ ἀποδώσεις αὐτοὺς ἀπόδομα ἔναντι κυρίου
14. καὶ διαστελεῖς τοὺς *λευίτας ἐκ μέσου υἱῶν Iσραηλ καὶ ἔσονται ἐμοί
15. καὶ μετὰ ταῦτα εἰσελεύσονται οἱ *λευῖται ἐργάζεσθαι τὰ ἔργα τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ καθαριεῖς αὐτοὺς καὶ ἀποδώσεις αὐτοὺς ἔναντι κυρίου
16. ὅτι ἀπόδομα ἀποδεδομένοι οὗτοί μοί εἰσιν ἐκ μέσου υἱῶν Iσραηλ ἀντὶ τῶν διανοιγόντων πᾶσαν μήτραν πρωτοτόκων πάντων ἐκ τῶν υἱῶν Iσραηλ εἴληφα αὐτοὺς ἐμοί
17. ὅτι ἐμοὶ πᾶν πρωτότοκον ἐν υἱοῖς Iσραηλ ἀπὸ ἀνθρώπου ἕως κτήνους ᾗ ἡμέρᾳ ἐπάταξα πᾶν πρωτότοκον ἐν γῇ Aἰγύπτῳ ἡγίασα αὐτοὺς ἐμοὶ
18. καὶ ἔλαβον τοὺς *λευίτας ἀντὶ παντὸς πρωτοτόκου ἐν υἱοῖς Iσραηλ
19. καὶ ἀπέδωκα τοὺς *λευίτας ἀπόδομα δεδομένους Aαρων καὶ τοῖς υἱοῖς αὐτοῦ ἐκ μέσου υἱῶν Iσραηλ ἐργάζεσθαι τὰ ἔργα τῶν υἱῶν Iσραηλ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου καὶ ἐξιλάσκεσθαι περὶ τῶν υἱῶν Iσραηλ καὶ οὐκ ἔσται ἐν τοῖς υἱοῖς Iσραηλ προσεγγίζων πρὸς τὰ ἅγια
20. καὶ ἐποίησεν *μωυσῆς καὶ Aαρων καὶ πᾶσα συναγωγὴ υἱῶν Iσραηλ τοῖς *λευίταις καθὰ ἐνετείλατο κύριος τῷ *μωυσῇ περὶ τῶν *λευιτῶν οὕτως ἐποίησαν αὐτοῖς οἱ υἱοὶ Iσραηλ
21. καὶ ἡγνίσαντο οἱ *λευῖται καὶ ἐπλύναντο τὰ ἱμάτια καὶ ἀπέδωκεν αὐτοὺς Aαρων ἀπόδομα ἔναντι κυρίου καὶ ἐξιλάσατο περὶ αὐτῶν Aαρων ἀφαγνίσασθαι αὐτούς
22. καὶ μετὰ ταῦτα εἰσῆλθον οἱ *λευῖται λειτουργεῖν τὴν λειτουργίαν αὐτῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἔναντι Aαρων καὶ ἔναντι τῶν υἱῶν αὐτοῦ καθὼς συνέταξεν κύριος τῷ *μωυσῇ περὶ τῶν *λευιτῶν οὕτως ἐποίησαν αὐτοῖς
23. καὶ ἐλάλησεν κύριος πρὸς *μωυσῆν λέγων
24. τοῦτό ἐστιν τὸ περὶ τῶν *λευιτῶν ἀπὸ πεντεκαιεικοσαετοῦς καὶ ἐπάνω εἰσελεύσονται ἐνεργεῖν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου
25. καὶ ἀπὸ πεντηκονταετοῦς ἀποστήσεται ἀπὸ τῆς λειτουργίας καὶ οὐκ ἐργᾶται ἔτι
26. καὶ λειτουργήσει ὁ ἀδελφὸς αὐτοῦ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου φυλάςειν φυλακάς ἔργα δὲ οὐκ ἐργᾶται οὕτως ποιήσεις τοῖς *λευίταις ἐν ταῖς φυλακαῖς αὐτῶν