1. καὶ προσῆλθον οἱ ἄρχοντες φυλῆς υἱῶν *γαλααδ υἱοῦ *μαχιρ υἱοῦ *μαναςη ἐκ τῆς φυλῆς υἱῶν Iωσηφ καὶ ἐλάλησαν ἔναντι *μωυσῆ καὶ ἔναντι Eλεαζαρ τοῦ ἱερέως καὶ ἔναντι τῶν ἀρχόντων οἴκων πατριῶν υἱῶν Iσραηλ
2. καὶ εἶπαν τῷ κυρίῳ ἡμῶν ἐνετείλατο κύριος ἀποδοῦναι τὴν γῆν τῆς κληρονομίας ἐν κλήρῳ τοῖς υἱοῖς Iσραηλ καὶ τῷ κυρίῳ συνέταξεν κύριος δοῦναι τὴν κληρονομίαν *σαλπααδ τοῦ ἀδελφοῦ ἡμῶν ταῖς θυγατράσιν αὐτοῦ
3. καὶ ἔσονται ἑνὶ τῶν φυλῶν υἱῶν Iσραηλ γυναῖκες καὶ ἀφαιρεθήσεται ὁ κλῆρος αὐτῶν ἐκ τῆς κατασχέσεως τῶν πατέρων ἡμῶν καὶ προστεθήσεται εἰς κληρονομίαν τῆς φυλῆς οἷς ἂν γένωνται γυναῖκες καὶ ἐκ τοῦ κλήρου τῆς κληρονομίας ἡμῶν ἀφαιρεθήσεται
4. ἐὰν δὲ γένηται ἡ ἄφεσις τῶν υἱῶν Iσραηλ καὶ προστεθήσεται ἡ κληρονομία αὐτῶν ἐπὶ τὴν κληρονομίαν τῆς φυλῆς οἷς ἂν γένωνται γυναῖκες καὶ ἀπὸ τῆς κληρονομίας φυλῆς πατριᾶς ἡμῶν ἀφαιρεθήσεται ἡ κληρονομία αὐτῶν
5. καὶ ἐνετείλατο *μωυσῆς τοῖς υἱοῖς Iσραηλ διὰ προστάγματος κυρίου λέγων οὕτως φυλὴ υἱῶν Iωσηφ λέγουσιν
6. τοῦτο τὸ ῥῆμα ὃ συνέταξεν κύριος ταῖς θυγατράσιν *σαλπααδ λέγων οὗ ἀρέσκει ἐναντίον αὐτῶν ἔστωσαν γυναῖκες πλὴν ἐκ τοῦ δήμου τοῦ πατρὸς αὐτῶν ἔστωσαν γυναῖκες
7. καὶ οὐχὶ περιστραφήσεται κληρονομία τοῖς υἱοῖς Iσραηλ ἀπὸ φυλῆς ἐπὶ φυλήν ὅτι ἕκαστος ἐν τῇ κληρονομίᾳ τῆς φυλῆς τῆς πατριᾶς αὐτοῦ προσκολληθήσονται οἱ υἱοὶ Iσραηλ
8. καὶ πᾶσα θυγάτηρ ἀγχιστεύουσα κληρονομίαν ἐκ τῶν φυλῶν υἱῶν Iσραηλ ἑνὶ τῶν ἐκ τοῦ δήμου τοῦ πατρὸς αὐτῆς ἔσονται γυναῖκες ἵνα ἀγχιστεύσωσιν οἱ υἱοὶ Iσραηλ ἕκαστος τὴν κληρονομίαν τὴν πατρικὴν αὐτοῦ
9. καὶ οὐ περιστραφήσεται κλῆρος ἐκ φυλῆς ἐπὶ φυλὴν ἑτέραν ἀλλὰ ἕκαστος ἐν τῇ κληρονομίᾳ αὐτοῦ προσκολληθήσονται οἱ υἱοὶ Iσραηλ
10. ὃν τρόπον συνέταξεν κύριος *μωυσῇ οὕτως ἐποίησαν θυγατέρες *σαλπααδ
11. καὶ ἐγένοντο *θερσα καὶ Eγλα καὶ *μελχα καὶ *νουα καὶ *μααλα θυγατέρες *σαλπααδ τοῖς ἀνεψιοῖς αὐτῶν
12. ἐκ τοῦ δήμου τοῦ *μαναςη υἱῶν Iωσηφ ἐγενήθησαν γυναῖκες καὶ ἐγένετο ἡ κληρονομία αὐτῶν ἐπὶ τὴν φυλὴν δήμου τοῦ πατρὸς αὐτῶν
13. αὗται αἱ ἐντολαὶ καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα ἂ ἐνετείλατο κύριος ἐν χειρὶ *μωυσῆ ἐπὶ δυσμῶν *μωαβ ἐπὶ τοῦ Iορδάνου κατὰ Iεριχω