LXX Numbers 34
Widgets to be programmed here




1. καὶ ἐλάλησεν κύριος πρὸς *μωυσῆν λέγων

2. ἔντειλαι τοῖς υἱοῖς Iσραηλ καὶ ἐρεῖς πρὸς αὐτούς ὑμεῖς εἰσπορεύεσθε εἰς τὴν γῆν *χανααν αὕτη ἔσται ὑμῖν εἰς κληρονομίαν γῆ *χανααν σὺν τοῖς ὁρίοις αὐτῆς

3. καὶ ἔσται ὑμῖν τὸ κλίτος τὸ πρὸς λίβα ἀπὸ ἐρήμου *σιν ἕως ἐχόμενον Eδωμ καὶ ἔσται ὑμῖν τὰ ὅρια πρὸς λίβα ἀπὸ μέρους τῆς θαλάςης τῆς ἁλυκῆς ἀπὸ ἀνατολῶν

4. καὶ κυκλώσει ὑμᾶς τὰ ὅρια ἀπὸ λιβὸς πρὸς ἀνάβασιν Aκραβιν καὶ παρελεύσεται *σεννα καὶ ἔσται διέξοδος αὐτοῦ πρὸς λίβα *καδης τοῦ *βαρνη καὶ ἐξελεύσεται εἰς ἔπαυλιν Aραδ καὶ παρελεύσεται Aσεμωνα

5. καὶ κυκλώσει τὰ ὅρια ἀπὸ Aσεμωνα χειμάρρουν Aἰγύπτου καὶ ἔσται διέξοδος θάλαςα

6. καὶ τὰ ὅρια τῆς θαλάςης ἔσται ὑμῖν θάλαςα μεγάλη ὁριεῖ τοῦτο ἔσται ὑμῖν τὰ ὅρια τῆς θαλάςης

7. καὶ τοῦτο ἔσται τὰ ὅρια ὑμῖν πρὸς βορρᾶν ἀπὸ τῆς θαλάςης τῆς μεγάλης καταμετρήσετε ὑμῖν αὐτοῖς παρὰ τὸ ὄρος τὸ ὄρος

8. καὶ ἀπὸ τοῦ ὄρους τὸ ὄρος καταμετρήσετε αὐτοῖς εἰσπορευομένων εἰς Eμαθ καὶ ἔσται διέξοδος αὐτοῦ τὰ ὅρια *σαραδα

9. καὶ ἐξελεύσεται τὰ ὅρια *δεφρωνα καὶ ἔσται διέξοδος αὐτοῦ Aσερναιν τοῦτο ἔσται ὑμῖν ὅρια ἀπὸ βορρᾶ

10. καὶ καταμετρήσετε ὑμῖν αὐτοῖς τὰ ὅρια ἀνατολῶν ἀπὸ Aσερναιν *σεπφαμα

11. καὶ καταβήσεται τὰ ὅρια ἀπὸ *σεπφαμ Aρβηλα ἀπὸ ἀνατολῶν ἐπὶ πηγάς καὶ καταβήσεται τὰ ὅρια *βηλα ἐπὶ νώτου θαλάςης *χεναρα ἀπὸ ἀνατολῶν

12. καὶ καταβήσεται τὰ ὅρια ἐπὶ τὸν Iορδάνην καὶ ἔσται διέξοδος θάλαςα ἁλυκή αὕτη ἔσται ὑμῖν γῆ καὶ τὰ ὅρια αὐτῆς κύκλῳ

13. καὶ ἐνετείλατο *μωυσῆς τοῖς υἱοῖς Iσραηλ λέγων αὕτη γῆ ἣν κατακληρονομήσετε αὐτὴν μετὰ κλήρου ὃν τρόπον συνέταξεν κύριος τῷ *μωυσῇ δοῦναι αὐτὴν ταῖς ἐννέα φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς *μαναςη

14. ὅτι ἔλαβεν φυλὴ υἱῶν Ρουβην καὶ φυλὴ υἱῶν *γαδ κατ' οἴκους πατριῶν αὐτῶν καὶ τὸ ἥμισυ φυλῆς *μαναςη ἀπέλαβον τοὺς κλήρους αὐτῶν

15. δύο φυλαὶ καὶ ἥμισυ φυλῆς ἔλαβον τοὺς κλήρους αὐτῶν πέραν τοῦ Iορδάνου κατὰ Iεριχω ἀπὸ νότου κατ' ἀνατολάς

16. καὶ ἐλάλησεν κύριος πρὸς *μωυσῆν λέγων

17. ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν οἳ κληρονομήσουσιν ὑμῖν τὴν γῆν Eλεαζαρ ἱερεὺς καὶ Ἰησοῦς τοῦ *ναυη

18. καὶ ἄρχοντα ἕνα ἐκ φυλῆς λήμψεσθε κατακληρονομῆσαι ὑμῖν τὴν γῆν

19. καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν τῆς φυλῆς Iουδα *χαλεβ υἱὸς Iεφοννη

20. τῆς φυλῆς *συμεων *σαλαμιηλ υἱὸς Eμιουδ

21. τῆς φυλῆς *βενιαμιν Eλδαδ υἱὸς *χασλων

22. τῆς φυλῆς *δαν ἄρχων *βακχιρ υἱὸς Eγλι

23. τῶν υἱῶν Iωσηφ φυλῆς υἱῶν *μαναςη ἄρχων Aνιηλ υἱὸς Oυφι

24. τῆς φυλῆς υἱῶν Eφραιμ ἄρχων *καμουηλ υἱὸς *σαβαθα

25. τῆς φυλῆς *ζαβουλων ἄρχων Eλισαφαν υἱὸς *φαρναχ

26. τῆς φυλῆς υἱῶν Iςαχαρ ἄρχων *φαλτιηλ υἱὸς Oζα

27. τῆς φυλῆς υἱῶν Aσηρ ἄρχων Aχιωρ υἱὸς *σελεμι

28. τῆς φυλῆς *νεφθαλι ἄρχων *φαδαηλ υἱὸς *βεναμιουδ

29. οὗτοι οἷς ἐνετείλατο κύριος καταμερίσαι τοῖς υἱοῖς Iσραηλ ἐν γῇ *χανααν















Parse Information
Hover over the lovely Greek words to see parse information.