LXX Numbers 33
Widgets to be programmed here




1. καὶ οὗτοι σταθμοὶ τῶν υἱῶν Iσραηλ ὡς ἐξῆλθον ἐκ γῆς Aἰγύπτου σὺν δυνάμει αὐτῶν ἐν χειρὶ *μωυσῆ καὶ Aαρων

2. καὶ ἔγραψεν *μωυσῆς τὰς ἀπάρσεις αὐτῶν καὶ τοὺς σταθμοὺς αὐτῶν διὰ ῥήματος κυρίου καὶ οὗτοι σταθμοὶ τῆς πορείας αὐτῶν

3. ἀπῆραν ἐκ Ραμεςη τῷ μηνὶ τῷ πρώτῳ τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ πρώτου τῇ ἐπαύριον τοῦ πασχα ἐξῆλθον οἱ υἱοὶ Iσραηλ ἐν χειρὶ ὑψηλῇ ἐναντίον πάντων τῶν Aἰγυπτίων

4. καὶ οἱ Aἰγύπτιοι ἔθαπτον ἐξ αὑτῶν τοὺς τεθνηκότας πάντας οὓς ἐπάταξεν κύριος πᾶν πρωτότοκον ἐν γῇ Aἰγύπτῳ καὶ ἐν τοῖς θεοῖς αὐτῶν ἐποίησεν τὴν ἐκδίκησιν κύριος

5. καὶ ἀπάραντες οἱ υἱοὶ Iσραηλ ἐκ Ραμεςη παρενέβαλον εἰς *σοκχωθ

6. καὶ ἀπῆραν ἐκ *σοκχωθ καὶ παρενέβαλον εἰς *βουθαν ἐστιν μέρος τι τῆς ἐρήμου

7. καὶ ἀπῆραν ἐκ *βουθαν καὶ παρενέβαλον ἐπὶ στόμα Eι+ρωθ ἐστιν ἀπέναντι *βεελσεπφων καὶ παρενέβαλον ἀπέναντι *μαγδώλου

8. καὶ ἀπῆραν ἀπέναντι Eι+ρωθ καὶ διέβησαν μέσον τῆς θαλάςης εἰς τὴν ἔρημον καὶ ἐπορεύθησαν ὁδὸν τριῶν ἡμερῶν διὰ τῆς ἐρήμου αὐτοὶ καὶ παρενέβαλον ἐν *πικρίαις

9. καὶ ἀπῆραν ἐκ *πικριῶν καὶ ἦλθον εἰς Aιλιμ καὶ ἐν Aιλιμ δώδεκα πηγαὶ ὑδάτων καὶ ἑβδομήκοντα στελέχη φοινίκων καὶ παρενέβαλον ἐκεῖ παρὰ τὸ ὕδωρ

10. καὶ ἀπῆραν ἐξ Aιλιμ καὶ παρενέβαλον ἐπὶ θάλαςαν ἐρυθράν

11. καὶ ἀπῆραν ἀπὸ θαλάςης ἐρυθρᾶς καὶ παρενέβαλον εἰς τὴν ἔρημον *σιν

12. καὶ ἀπῆραν ἐκ τῆς ἐρήμου *σιν καὶ παρενέβαλον εἰς Ραφακα

13. καὶ ἀπῆραν ἐκ Ραφακα καὶ παρενέβαλον ἐν Aιλους

14. καὶ ἀπῆραν ἐξ Aιλους καὶ παρενέβαλον ἐν Ραφιδιν καὶ οὐκ ἦν ὕδωρ τῷ λαῷ πιεῖν ἐκεῖ

15. καὶ ἀπῆραν ἐκ Ραφιδιν καὶ παρενέβαλον ἐν τῇ ἐρήμῳ *σινα

16. καὶ ἀπῆραν ἐκ τῆς ἐρήμου *σινα καὶ παρενέβαλον ἐν *μνήμασιν τῆς ἐπιθυμίας

17. καὶ ἀπῆραν ἐκ *μνημάτων ἐπιθυμίας καὶ παρενέβαλον ἐν Aσηρωθ

18. καὶ ἀπῆραν ἐξ Aσηρωθ καὶ παρενέβαλον ἐν Ραθαμα

19. καὶ ἀπῆραν ἐκ Ραθαμα καὶ παρενέβαλον ἐν Ρεμμων *φαρες

20. καὶ ἀπῆραν ἐκ Ρεμμων *φαρες καὶ παρενέβαλον ἐν *λεμωνα

21. καὶ ἀπῆραν ἐκ *λεμωνα καὶ παρενέβαλον εἰς *δεςα

22. καὶ ἀπῆραν ἐκ *δεςα καὶ παρενέβαλον εἰς *μακελλαθ

23. καὶ ἀπῆραν ἐκ *μακελλαθ καὶ παρενέβαλον εἰς *σαφαρ

24. καὶ ἀπῆραν ἐκ *σαφαρ καὶ παρενέβαλον εἰς *χαραδαθ

25. καὶ ἀπῆραν ἐκ *χαραδαθ καὶ παρενέβαλον εἰς *μακηλωθ

26. καὶ ἀπῆραν ἐκ *μακηλωθ καὶ παρενέβαλον εἰς *κατααθ

27. καὶ ἀπῆραν ἐκ *κατααθ καὶ παρενέβαλον εἰς *ταραθ

28. καὶ ἀπῆραν ἐκ *ταραθ καὶ παρενέβαλον εἰς *ματεκκα

29. καὶ ἀπῆραν ἐκ *ματεκκα καὶ παρενέβαλον εἰς *σελμωνα

30. καὶ ἀπῆραν ἐκ *σελμωνα καὶ παρενέβαλον εἰς *μαςουρουθ

31. καὶ ἀπῆραν ἐκ *μαςουρουθ καὶ παρενέβαλον εἰς *βαναια

32. καὶ ἀπῆραν ἐκ *βαναια καὶ παρενέβαλον εἰς τὸ ὄρος *γαδγαδ

33. καὶ ἀπῆραν ἐκ τοῦ ὄρους *γαδγαδ καὶ παρενέβαλον εἰς Eτεβαθα

34. καὶ ἀπῆραν ἐξ Eτεβαθα καὶ παρενέβαλον εἰς Eβρωνα

35. καὶ ἀπῆραν ἐξ Eβρωνα καὶ παρενέβαλον εἰς *γεσιωνγαβερ

36. καὶ ἀπῆραν ἐκ *γεσιωνγαβερ καὶ παρενέβαλον ἐν τῇ ἐρήμῳ *σιν καὶ ἀπῆραν ἐκ τῆς ἐρήμου *σιν καὶ παρενέβαλον εἰς τὴν ἔρημον *φαραν αὕτη ἐστὶν *καδης

37. καὶ ἀπῆραν ἐκ *καδης καὶ παρενέβαλον εἰς Ωρ τὸ ὄρος πλησίον γῆς Eδωμ

38. καὶ ἀνέβη Aαρων ἱερεὺς διὰ προστάγματος κυρίου καὶ ἀπέθανεν ἐκεῖ ἐν τῷ τεςαρακοστῷ ἔτει τῆς ἐξόδου τῶν υἱῶν Iσραηλ ἐκ γῆς Aἰγύπτου τῷ μηνὶ τῷ πέμπτῳ μιᾷ τοῦ μηνός

39. καὶ Aαρων ἦν τριῶν καὶ εἴκοσι καὶ ἑκατὸν ἐτῶν ὅτε ἀπέθνῃσκεν ἐν Ωρ τῷ ὄρει

40. καὶ ἀκούσας *χανανις βασιλεὺς Aραδ καὶ οὗτος κατῴκει ἐν γῇ *χανααν ὅτε εἰσεπορεύοντο οἱ υἱοὶ Iσραηλ

41. καὶ ἀπῆραν ἐξ Ωρ τοῦ ὄρους καὶ παρενέβαλον εἰς *σελμωνα

42. καὶ ἀπῆραν ἐκ *σελμωνα καὶ παρενέβαλον εἰς *φινω

43. καὶ ἀπῆραν ἐκ *φινω καὶ παρενέβαλον εἰς Ωβωθ

44. καὶ ἀπῆραν ἐξ Ωβωθ καὶ παρενέβαλον ἐν *γαι ἐν τῷ πέραν ἐπὶ τῶν ὁρίων *μωαβ

45. καὶ ἀπῆραν ἐκ *γαι καὶ παρενέβαλον εἰς *δαιβων *γαδ

46. καὶ ἀπῆραν ἐκ *δαιβων *γαδ καὶ παρενέβαλον ἐν *γελμων *δεβλαθαιμ

47. καὶ ἀπῆραν ἐκ *γελμων *δεβλαθαιμ καὶ παρενέβαλον ἐπὶ τὰ ὄρη τὰ Aβαριμ ἀπέναντι *ναβαυ

48. καὶ ἀπῆραν ἀπὸ ὀρέων Aβαριμ καὶ παρενέβαλον ἐπὶ δυσμῶν *μωαβ ἐπὶ τοῦ Iορδάνου κατὰ Iεριχω

49. καὶ παρενέβαλον παρὰ τὸν Iορδάνην ἀνὰ μέσον Aισιμωθ ἕως *βελσαττιμ κατὰ δυσμὰς *μωαβ

50. καὶ ἐλάλησεν κύριος πρὸς *μωυσῆν ἐπὶ δυσμῶν *μωαβ παρὰ τὸν Iορδάνην κατὰ Iεριχω λέγων

51. λάλησον τοῖς υἱοῖς Iσραηλ καὶ ἐρεῖς πρὸς αὐτούς ὑμεῖς διαβαίνετε τὸν Iορδάνην εἰς γῆν *χανααν

52. καὶ ἀπολεῖτε πάντας τοὺς κατοικοῦντας ἐν τῇ γῇ πρὸ προσώπου ὑμῶν καὶ ἐξαρεῖτε τὰς σκοπιὰς αὐτῶν καὶ πάντα τὰ εἴδωλα τὰ χωνευτὰ αὐτῶν ἀπολεῖτε αὐτὰ καὶ πάσας τὰς στήλας αὐτῶν ἐξαρεῖτε

53. καὶ ἀπολεῖτε πάντας τοὺς κατοικοῦντας τὴν γῆν καὶ κατοικήσετε ἐν αὐτῇ ὑμῖν γὰρ δέδωκα τὴν γῆν αὐτῶν ἐν κλήρῳ

54. καὶ κατακληρονομήσετε τὴν γῆν αὐτῶν ἐν κλήρῳ κατὰ φυλὰς ὑμῶν τοῖς πλείοσιν πληθυνεῖτε τὴν κατάσχεσιν αὐτῶν καὶ τοῖς ἐλάττοσιν ἐλαττώσετε τὴν κατάσχεσιν αὐτῶν εἰς ἐὰν ἐξέλθῃ τὸ ὄνομα αὐτοῦ ἐκεῖ αὐτοῦ ἔσται κατὰ φυλὰς πατριῶν ὑμῶν κληρονομήσετε

55. ἐὰν δὲ μὴ ἀπολέσητε τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς ἀπὸ προσώπου ὑμῶν καὶ ἔσται οὓς ἐὰν καταλίπητε ἐξ αὐτῶν σκόλοπες ἐν τοῖς ὀφθαλμοῖς ὑμῶν καὶ βολίδες ἐν ταῖς πλευραῖς ὑμῶν καὶ ἐχθρεύσουσιν ἐπὶ τῆς γῆς ἐφ' ἣν ὑμεῖς κατοικήσετε

56. καὶ ἔσται καθότι διεγνώκειν ποιῆσαι αὐτούς ποιήσω ὑμῖν















Parse Information
Hover over the lovely Greek words to see parse information.