LXX Numbers 32
Widgets to be programmed here




1. καὶ κτήνη πλῆθος ἦν τοῖς υἱοῖς Ρουβην καὶ τοῖς υἱοῖς *γαδ πλῆθος σφόδρα καὶ εἶδον τὴν χώραν Iαζηρ καὶ τὴν χώραν *γαλααδ καὶ ἦν τόπος τόπος κτήνεσιν

2. καὶ προσελθόντες οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ *γαδ εἶπαν πρὸς *μωυσῆν καὶ πρὸς Eλεαζαρ τὸν ἱερέα καὶ πρὸς τοὺς ἄρχοντας τῆς συναγωγῆς λέγοντες

3. Aταρωθ καὶ *δαιβων καὶ Iαζηρ καὶ *ναμβρα καὶ Eσεβων καὶ Eλεαλη καὶ *σεβαμα καὶ *ναβαυ καὶ *βαιαν

4. τὴν γῆν ἣν παρέδωκεν κύριος ἐνώπιον τῶν υἱῶν Iσραηλ γῆ κτηνοτρόφος ἐστίν καὶ τοῖς παισίν σου κτήνη ὑπάρχει

5. καὶ ἔλεγον εἰ εὕρομεν χάριν ἐνώπιόν σου δοθήτω γῆ αὕτη τοῖς οἰκέταις σου ἐν κατασχέσει καὶ μὴ διαβιβάσῃς ἡμᾶς τὸν Iορδάνην

6. καὶ εἶπεν *μωυσῆς τοῖς υἱοῖς *γαδ καὶ τοῖς υἱοῖς Ρουβην οἱ ἀδελφοὶ ὑμῶν πορεύονται εἰς πόλεμον καὶ ὑμεῖς καθήσεσθε αὐτοῦ

7. καὶ ἵνα τί διαστρέφετε τὰς διανοίας τῶν υἱῶν Iσραηλ μὴ διαβῆναι εἰς τὴν γῆν ἣν κύριος δίδωσιν αὐτοῖς

8. οὐχ οὕτως ἐποίησαν οἱ πατέρες ὑμῶν ὅτε ἀπέστειλα αὐτοὺς ἐκ *καδης *βαρνη κατανοῆσαι τὴν γῆν

9. καὶ ἀνέβησαν *φάραγγα βότρυος καὶ κατενόησαν τὴν γῆν καὶ ἀπέστησαν τὴν καρδίαν τῶν υἱῶν Iσραηλ ὅπως μὴ εἰσέλθωσιν εἰς τὴν γῆν ἣν ἔδωκεν κύριος αὐτοῖς

10. καὶ ὠργίσθη θυμῷ κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ὤμοσεν λέγων

11. εἰ ὄψονται οἱ ἄνθρωποι οὗτοι οἱ ἀναβάντες ἐξ Aἰγύπτου ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω οἱ ἐπιστάμενοι τὸ κακὸν καὶ τὸ ἀγαθὸν τὴν γῆν ἣν ὤμοσα τῷ Aβρααμ καὶ Iσαακ καὶ Iακωβ οὐ γὰρ συνεπηκολούθησαν ὀπίσω μου

12. πλὴν *χαλεβ υἱὸς Iεφοννη διακεχωρισμένος καὶ Ἰησοῦς τοῦ *ναυη ὅτι συνεπηκολούθησεν ὀπίσω κυρίου

13. καὶ ὠργίσθη θυμῷ κύριος ἐπὶ τὸν Iσραηλ καὶ κατερρόμβευσεν αὐτοὺς ἐν τῇ ἐρήμῳ τεςαράκοντα ἔτη ἕως ἐξανηλώθη πᾶσα γενεὰ οἱ ποιοῦντες τὰ πονηρὰ ἔναντι κυρίου

14. ἰδοὺ ἀνέστητε ἀντὶ τῶν πατέρων ὑμῶν σύστρεμμα ἀνθρώπων ἁμαρτωλῶν προσθεῖναι ἔτι ἐπὶ τὸν θυμὸν τῆς ὀργῆς κυρίου ἐπὶ Iσραηλ

15. ὅτι ἀποστραφήσεσθε ἀπ' αὐτοῦ προσθεῖναι ἔτι καταλιπεῖν αὐτὸν ἐν τῇ ἐρήμῳ καὶ ἀνομήσετε εἰς ὅλην τὴν συναγωγὴν ταύτην

16. καὶ προσῆλθον αὐτῷ καὶ ἔλεγον ἐπαύλεις προβάτων οἰκοδομήσωμεν ὧδε τοῖς κτήνεσιν ἡμῶν καὶ πόλεις ταῖς ἀποσκευαῖς ἡμῶν

17. καὶ ἡμεῖς ἐνοπλισάμενοι προφυλακὴ πρότεροι τῶν υἱῶν Iσραηλ ἕως ἂν ἀγάγωμεν αὐτοὺς εἰς τὸν ἑαυτῶν τόπον καὶ κατοικήσει ἀποσκευὴ ἡμῶν ἐν πόλεσιν τετειχισμέναις διὰ τοὺς κατοικοῦντας τὴν γῆν

18. οὐ μὴ ἀποστραφῶμεν εἰς τὰς οἰκίας ἡμῶν ἕως ἂν καταμερισθῶσιν οἱ υἱοὶ Iσραηλ ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ

19. καὶ οὐκέτι κληρονομήσωμεν ἐν αὐτοῖς ἀπὸ τοῦ πέραν τοῦ Iορδάνου καὶ ἐπέκεινα ὅτι ἀπέχομεν τοὺς κλήρους ἡμῶν ἐν τῷ πέραν τοῦ Iορδάνου ἐν ἀνατολαῖς

20. καὶ εἶπεν πρὸς αὐτοὺς *μωυσῆς ἐὰν ποιήσητε κατὰ τὸ ῥῆμα τοῦτο ἐὰν ἐξοπλίσησθε ἔναντι κυρίου εἰς πόλεμον

21. καὶ παρελεύσεται ὑμῶν πᾶς ὁπλίτης τὸν Iορδάνην ἔναντι κυρίου ἕως ἂν ἐκτριβῇ ἐχθρὸς αὐτοῦ ἀπὸ προσώπου αὐτοῦ

22. καὶ κατακυριευθῇ γῆ ἔναντι κυρίου καὶ μετὰ ταῦτα ἀποστραφήσεσθε καὶ ἔσεσθε ἀθῷοι ἔναντι κυρίου καὶ ἀπὸ Iσραηλ καὶ ἔσται γῆ αὕτη ὑμῖν ἐν κατασχέσει ἔναντι κυρίου

23. ἐὰν δὲ μὴ ποιήσητε οὕτως ἁμαρτήσεσθε ἔναντι κυρίου καὶ γνώσεσθε τὴν ἁμαρτίαν ὑμῶν ὅταν ὑμᾶς καταλάβῃ τὰ κακά

24. καὶ οἰκοδομήσετε ὑμῖν αὐτοῖς πόλεις τῇ ἀποσκευῇ ὑμῶν καὶ ἐπαύλεις τοῖς κτήνεσιν ὑμῶν καὶ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος ὑμῶν ποιήσετε

25. καὶ εἶπαν οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ *γαδ πρὸς *μωυσῆν λέγοντες οἱ παῖδές σου ποιήσουσιν καθὰ κύριος ἡμῶν ἐντέλλεται

26. ἀποσκευὴ ἡμῶν καὶ αἱ γυναῖκες ἡμῶν καὶ πάντα τὰ κτήνη ἡμῶν ἔσονται ἐν ταῖς πόλεσιν *γαλααδ

27. οἱ δὲ παῖδές σου παρελεύσονται πάντες ἐνωπλισμένοι καὶ ἐκτεταγμένοι ἔναντι κυρίου εἰς τὸν πόλεμον ὃν τρόπον κύριος λέγει

28. καὶ συνέστησεν αὐτοῖς *μωυσῆς Eλεαζαρ τὸν ἱερέα καὶ Ἰησοῦν υἱὸν *ναυη καὶ τοὺς ἄρχοντας πατριῶν τῶν φυλῶν Iσραηλ

29. καὶ εἶπεν πρὸς αὐτοὺς *μωυσῆς ἐὰν διαβῶσιν οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ *γαδ μεθ' ὑμῶν τὸν Iορδάνην πᾶς ἐνωπλισμένος εἰς πόλεμον ἔναντι κυρίου καὶ κατακυριεύσητε τῆς γῆς ἀπέναντι ὑμῶν καὶ δώσετε αὐτοῖς τὴν γῆν *γαλααδ ἐν κατασχέσει

30. ἐὰν δὲ μὴ διαβῶσιν ἐνωπλισμένοι μεθ' ὑμῶν εἰς τὸν πόλεμον ἔναντι κυρίου καὶ διαβιβάσετε τὴν ἀποσκευὴν αὐτῶν καὶ τὰς γυναῖκας αὐτῶν καὶ τὰ κτήνη αὐτῶν πρότερα ὑμῶν εἰς γῆν *χανααν καὶ συγκατακληρονομηθήσονταιVξ ἐν ὑμῖν ἐν τῇ γῇ *χανααν

31. καὶ ἀπεκρίθησαν οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ *γαδ λέγοντες ὅσα κύριος λέγει τοῖς θεράπουσιν αὐτοῦ οὕτως ποιήσομεν

32. ἡμεῖς διαβησόμεθα ἐνωπλισμένοι ἔναντι κυρίου εἰς γῆν *χανααν καὶ δώσετε τὴν κατάσχεσιν ἡμῖν ἐν τῷ πέραν τοῦ Iορδάνου

33. καὶ ἔδωκεν αὐτοῖς *μωυσῆς τοῖς υἱοῖς *γαδ καὶ τοῖς υἱοῖς Ρουβην καὶ τῷ ἡμίσει φυλῆς *μαναςη υἱῶν Iωσηφ τὴν βασιλείαν *σηων βασιλέως Aμορραίων καὶ τὴν βασιλείαν Ωγ βασιλέως τῆς *βασαν τὴν γῆν καὶ τὰς πόλεις σὺν τοῖς ὁρίοις αὐτῆς πόλεις τῆς γῆς κύκλῳ

34. καὶ ᾠκοδόμησαν οἱ υἱοὶ *γαδ τὴν *δαιβων καὶ τὴν Aταρωθ καὶ τὴν Aροηρ

35. καὶ τὴν *σωφαρ καὶ τὴν Iαζηρ καὶ ὕψωσαν αὐτὰς

36. καὶ τὴν *ναμβραν καὶ τὴν *βαιθαραν πόλεις ὀχυρὰς καὶ ἐπαύλεις προβάτων

37. καὶ οἱ υἱοὶ Ρουβην ᾠκοδόμησαν τὴν Eσεβων καὶ Eλεαλη καὶ *καριαθαιμ

38. καὶ τὴν *βεελμεων περικεκυκλωμένας καὶ τὴν *σεβαμα καὶ ἐπωνόμασαν κατὰ τὰ ὀνόματα αὐτῶν τὰ ὀνόματα τῶν πόλεων ἂς ᾠκοδόμησαν

39. καὶ ἐπορεύθη υἱὸς *μαχιρ υἱοῦ *μαναςη εἰς *γαλααδ καὶ ἔλαβεν αὐτὴν καὶ ἀπώλεσεν τὸν Aμορραῖον τὸν κατοικοῦντα ἐν αὐτῇ

40. καὶ ἔδωκεν *μωυσῆς τὴν *γαλααδ τῷ *μαχιρ υἱῷ *μαναςη καὶ κατῴκησεν ἐκεῖ

41. καὶ Iαι+ρ τοῦ *μαναςη ἐπορεύθη καὶ ἔλαβεν τὰς ἐπαύλεις αὐτῶν καὶ ἐπωνόμασεν αὐτὰς ἐπαύλεις Iαι+ρ

42. καὶ *ναβαυ ἐπορεύθη καὶ ἔλαβεν τὴν *κανααθ καὶ τὰς κώμας αὐτῆς καὶ ἐπωνόμασεν αὐτὰς *ναβωθ ἐκ τοῦ ὀνόματος αὐτοῦ















Parse Information
Hover over the lovely Greek words to see parse information.