LXX Numbers 3
Widgets to be programmed here




1. καὶ αὗται αἱ γενέσεις Aαρων καὶ *μωυσῆ ἐν ἡμέρᾳ ἐλάλησεν κύριος τῷ *μωυσῇ ἐν ὄρει *σινα

2. καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Aαρων πρωτότοκος *ναδαβ καὶ Aβιουδ Eλεαζαρ καὶ Iθαμαρ

3. ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Aαρων οἱ ἱερεῖς οἱ ἠλειμμένοι οὓς ἐτελείωσαν τὰς χεῖρας αὐτῶν ἱερατεύειν

4. καὶ ἐτελεύτησεν *ναδαβ καὶ Aβιουδ ἔναντι κυρίου προσφερόντων αὐτῶν πῦρ ἀλλότριον ἔναντι κυρίου ἐν τῇ ἐρήμῳ *σινα καὶ παιδία οὐκ ἦν αὐτοῖς καὶ ἱεράτευσεν Eλεαζαρ καὶ Iθαμαρ μετ' Aαρων τοῦ πατρὸς αὐτῶν

5. καὶ ἐλάλησεν κύριος πρὸς *μωυσῆν λέγων

6. λαβὲ τὴν φυλὴν *λευι καὶ στήσεις αὐτοὺς ἐναντίον Aαρων τοῦ ἱερέως καὶ λειτουργήσουσιν αὐτῷ

7. καὶ φυλάξουσιν τὰς φυλακὰς αὐτοῦ καὶ τὰς φυλακὰς τῶν υἱῶν Iσραηλ ἔναντι τῆς σκηνῆς τοῦ μαρτυρίου ἐργάζεσθαι τὰ ἔργα τῆς σκηνῆς

8. καὶ φυλάξουσιν πάντα τὰ σκεύη τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ τὰς φυλακὰς τῶν υἱῶν Iσραηλ κατὰ πάντα τὰ ἔργα τῆς σκηνῆς

9. καὶ δώσεις τοὺς *λευίτας Aαρων καὶ τοῖς υἱοῖς αὐτοῦ τοῖς ἱερεῦσιν δόμα δεδομένοι οὗτοί μοί εἰσιν ἀπὸ τῶν υἱῶν Iσραηλ

10. καὶ Aαρων καὶ τοὺς υἱοὺς αὐτοῦ καταστήσεις ἐπὶ τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ φυλάξουσιν τὴν ἱερατείαν αὐτῶν καὶ πάντα τὰ κατὰ τὸν βωμὸν καὶ ἔσω τοῦ καταπετάσματος καὶ ἀλλογενὴς ἁπτόμενος ἀποθανεῖται

11. καὶ ἐλάλησεν κύριος πρὸς *μωυσῆν λέγων

12. καὶ ἐγὼ ἰδοὺ εἴληφα τοὺς *λευίτας ἐκ μέσου τῶν υἱῶν Iσραηλ ἀντὶ παντὸς πρωτοτόκου διανοίγοντος μήτραν παρὰ τῶν υἱῶν Iσραηλ λύτρα αὐτῶν ἔσονται καὶ ἔσονται ἐμοὶ οἱ *λευῖται

13. ἐμοὶ γὰρ πᾶν πρωτότοκον ἐν ἡμέρᾳ ἐπάταξα πᾶν πρωτότοκον ἐν γῇ Aἰγύπτου ἡγίασα ἐμοὶ πᾶν πρωτότοκον ἐν Iσραηλ ἀπὸ ἀνθρώπου ἕως κτήνους ἐμοὶ ἔσονται ἐγὼ κύριος

14. καὶ ἐλάλησεν κύριος πρὸς *μωυσῆν ἐν τῇ ἐρήμῳ *σινα λέγων

15. ἐπίσκεψαι τοὺς υἱοὺς *λευι κατ' οἴκους πατριῶν αὐτῶν κατὰ δήμους αὐτῶν κατὰ συγγενείας αὐτῶν πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω ἐπισκέψασθε αὐτούς

16. καὶ ἐπεσκέψαντο αὐτοὺς *μωυσῆς καὶ Aαρων διὰ φωνῆς κυρίου ὃν τρόπον συνέταξεν αὐτοῖς κύριος

17. καὶ ἦσαν οὗτοι οἱ υἱοὶ *λευι ἐξ ὀνομάτων αὐτῶν *γεδσων *κααθ καὶ *μεραρι

18. καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν *γεδσων κατὰ δήμους αὐτῶν *λοβενι καὶ *σεμει+

19. καὶ υἱοὶ *κααθ κατὰ δήμους αὐτῶν Aμραμ καὶ Iςααρ *χεβρων καὶ Oζιηλ

20. καὶ υἱοὶ *μεραρι κατὰ δήμους αὐτῶν *μοολι καὶ *μουσι οὗτοί εἰσιν δῆμοι τῶν *λευιτῶν κατ' οἴκους πατριῶν αὐτῶν

21. τῷ *γεδσων δῆμος τοῦ *λοβενι καὶ δῆμος τοῦ *σεμει+ οὗτοι δῆμοι τοῦ *γεδσων

22. ἐπίσκεψις αὐτῶν κατὰ ἀριθμὸν παντὸς ἀρσενικοῦ ἀπὸ μηνιαίου καὶ ἐπάνω ἐπίσκεψις αὐτῶν ἑπτακισχίλιοι καὶ πεντακόσιοι

23. καὶ υἱοὶ *γεδσων ὀπίσω τῆς σκηνῆς παρὰ θάλαςαν παρεμβαλοῦσιν

24. καὶ ἄρχων οἴκου πατριᾶς τοῦ δήμου τοῦ *γεδσων Eλισαφ υἱὸς *λαηλ

25. καὶ φυλακὴ υἱῶν *γεδσων ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου σκηνὴ καὶ τὸ κάλυμμα καὶ τὸ κατακάλυμμα τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου

26. καὶ τὰ ἱστία τῆς αὐλῆς καὶ τὸ καταπέτασμα τῆς πύλης τῆς αὐλῆς τῆς οὔσης ἐπὶ τῆς σκηνῆς καὶ τὰ κατάλοιπα πάντων τῶν ἔργων αὐτοῦ

27. τῷ *κααθ δῆμος Aμραμις καὶ δῆμος *σααρις καὶ δῆμος *χεβρωνις καὶ δῆμος Oζιηλις οὗτοί εἰσιν δῆμοι τοῦ *κααθ

28. κατὰ ἀριθμὸν πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω ὀκτακισχίλιοι καὶ ἑξακόσιοι φυλάςοντες τὰς φυλακὰς τῶν ἁγίων

29. οἱ δῆμοι τῶν υἱῶν *κααθ παρεμβαλοῦσιν ἐκ πλαγίων τῆς σκηνῆς κατὰ λίβα

30. καὶ ἄρχων οἴκου πατριῶν τῶν δήμων τοῦ *κααθ Eλισαφαν υἱὸς Oζιηλ

31. καὶ φυλακὴ αὐτῶν κιβωτὸς καὶ τράπεζα καὶ λυχνία καὶ τὰ θυσιαστήρια καὶ τὰ σκεύη τοῦ ἁγίου ὅσα λειτουργοῦσιν ἐν αὐτοῖς καὶ τὸ κατακάλυμμα καὶ πάντα τὰ ἔργα αὐτῶν

32. καὶ ἄρχων ἐπὶ τῶν ἀρχόντων τῶν *λευιτῶν Eλεαζαρ υἱὸς Aαρων τοῦ ἱερέως καθεσταμένος φυλάςειν τὰς φυλακὰς τῶν ἁγίων

33. τῷ *μεραρι δῆμος *μοολι καὶ δῆμος *μουσι οὗτοί εἰσιν δῆμοι *μεραρι

34. ἐπίσκεψις αὐτῶν κατὰ ἀριθμόν πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω ἑξακισχίλιοι καὶ πεντήκοντα

35. καὶ ἄρχων οἴκου πατριῶν τοῦ δήμου τοῦ *μεραρι *σουριηλ υἱὸς Aβιχαιλ ἐκ πλαγίων τῆς σκηνῆς παρεμβαλοῦσιν πρὸς βορρᾶν

36. ἐπίσκεψις φυλακὴ υἱῶν *μεραρι τὰς κεφαλίδας τῆς σκηνῆς καὶ τοὺς μοχλοὺς αὐτῆς καὶ τοὺς στύλους αὐτῆς καὶ τὰς βάσεις αὐτῆς καὶ πάντα τὰ σκεύη αὐτῶν καὶ τὰ ἔργα αὐτῶν

37. καὶ τοὺς στύλους τῆς αὐλῆς κύκλῳ καὶ τὰς βάσεις αὐτῶν καὶ τοὺς παςάλους καὶ τοὺς κάλους αὐτῶν

38. καὶ οἱ παρεμβάλλοντες κατὰ πρόσωπον τῆς σκηνῆς τοῦ μαρτυρίου ἀπ' ἀνατολῆς *μωυσῆς καὶ Aαρων καὶ οἱ υἱοὶ αὐτοῦ φυλάςοντες τὰς φυλακὰς τοῦ ἁγίου εἰς τὰς φυλακὰς τῶν υἱῶν Iσραηλ καὶ ἀλλογενὴς ἁπτόμενος ἀποθανεῖται

39. πᾶσα ἐπίσκεψις τῶν *λευιτῶν οὓς ἐπεσκέψατο *μωυσῆς καὶ Aαρων διὰ φωνῆς κυρίου κατὰ δήμους αὐτῶν πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω δύο καὶ εἴκοσι χιλιάδες

40. καὶ εἶπεν κύριος πρὸς *μωυσῆν λέγων ἐπίσκεψαι πᾶν πρωτότοκον ἄρσεν τῶν υἱῶν Iσραηλ ἀπὸ μηνιαίου καὶ ἐπάνω καὶ λαβὲ τὸν ἀριθμὸν ἐξ ὀνόματος

41. καὶ λήμψῃ τοὺς *λευίτας ἐμοί ἐγὼ κύριος ἀντὶ πάντων τῶν πρωτοτόκων τῶν υἱῶν Iσραηλ καὶ τὰ κτήνη τῶν *λευιτῶν ἀντὶ πάντων τῶν πρωτοτόκων ἐν τοῖς κτήνεσιν τῶν υἱῶν Iσραηλ

42. καὶ ἐπεσκέψατο *μωυσῆς ὃν τρόπον ἐνετείλατο κύριος πᾶν πρωτότοκον ἐν τοῖς υἱοῖς Iσραηλ

43. καὶ ἐγένοντο πάντα τὰ πρωτότοκα τὰ ἀρσενικὰ κατὰ ἀριθμὸν ἐξ ὀνόματος ἀπὸ μηνιαίου καὶ ἐπάνω ἐκ τῆς ἐπισκέψεως αὐτῶν δύο καὶ εἴκοσι χιλιάδες τρεῖς καὶ ἑβδομήκοντα καὶ διακόσιοι

44. καὶ ἐλάλησεν κύριος πρὸς *μωυσῆν λέγων

45. λαβὲ τοὺς *λευίτας ἀντὶ πάντων τῶν πρωτοτόκων τῶν υἱῶν Iσραηλ καὶ τὰ κτήνη τῶν *λευιτῶν ἀντὶ τῶν κτηνῶν αὐτῶν καὶ ἔσονται ἐμοὶ οἱ *λευῖται ἐγὼ κύριος

46. καὶ τὰ λύτρα τριῶν καὶ ἑβδομήκοντα καὶ διακοσίων οἱ πλεονάζοντες παρὰ τοὺς *λευίτας ἀπὸ τῶν πρωτοτόκων τῶν υἱῶν Iσραηλ

47. καὶ λήμψῃ πέντε σίκλους κατὰ κεφαλήν κατὰ τὸ δίδραχμον τὸ ἅγιον λήμψῃ εἴκοσι ὀβολοὺς τοῦ σίκλου

48. καὶ δώσεις τὸ ἀργύριον Aαρων καὶ τοῖς υἱοῖς αὐτοῦ λύτρα τῶν πλεοναζόντων ἐν αὐτοῖς

49. καὶ ἔλαβεν *μωυσῆς τὸ ἀργύριον τὰ λύτρα τῶν πλεοναζόντων εἰς τὴν ἐκλύτρωσιν τῶν *λευιτῶν

50. παρὰ τῶν πρωτοτόκων τῶν υἱῶν Iσραηλ ἔλαβεν τὸ ἀργύριον χιλίους τριακοσίους ἑξήκοντα πέντε σίκλους κατὰ τὸν σίκλον τὸν ἅγιον

51. καὶ ἔδωκεν *μωυσῆς τὰ λύτρα τῶν πλεοναζόντων Aαρων καὶ τοῖς υἱοῖς αὐτοῦ διὰ φωνῆς κυρίου ὃν τρόπον συνέταξεν κύριος τῷ *μωυσῇ















Parse Information
Hover over the lovely Greek words to see parse information.