1. καὶ ἐγένετο μετὰ τὴν πληγὴν καὶ ἐλάλησεν κύριος πρὸς *μωυσῆν καὶ πρὸς Eλεαζαρ τὸν ἱερέα λέγων
2. λαβὲ τὴν ἀρχὴν πάσης συναγωγῆς υἱῶν Iσραηλ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω κατ' οἴκους πατριῶν αὐτῶν πᾶς ὁ ἐκπορευόμενος παρατάξασθαι ἐν Iσραηλ
3. καὶ ἐλάλησεν *μωυσῆς καὶ Eλεαζαρ ὁ ἱερεὺς ἐν Aραβωθ *μωαβ ἐπὶ τοῦ Iορδάνου κατὰ Iεριχω λέγων
4. ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω ὃν τρόπον συνέταξεν κύριος τῷ *μωυσῇ καὶ οἱ υἱοὶ Iσραηλ οἱ ἐξελθόντες ἐξ Aἰγύπτου
5. Ρουβην πρωτότοκος Iσραηλ υἱοὶ δὲ Ρουβην Eνωχ καὶ δῆμος τοῦ Eνωχ τῷ *φαλλου δῆμος τοῦ *φαλλουι
6. τῷ Aσρων δῆμος τοῦ Aσρωνι τῷ *χαρμι δῆμος τοῦ *χαρμι
7. οὗτοι δῆμοι Ρουβην καὶ ἐγένετο ἡ ἐπίσκεψις αὐτῶν τρεῖς καὶ τεςαράκοντα χιλιάδες καὶ ἑπτακόσιοι καὶ τριάκοντα
8. καὶ υἱοὶ *φαλλου Eλιαβ
9. καὶ υἱοὶ Eλιαβ *ναμουηλ καὶ *δαθαν καὶ Aβιρων οὗτοι ἐπίκλητοι τῆς συναγωγῆς οὗτοί εἰσιν οἱ ἐπισυστάντες ἐπὶ *μωυσῆν καὶ Aαρων ἐν τῇ συναγωγῇ *κορε ἐν τῇ ἐπισυστάσει κυρίου
10. καὶ ἀνοίξασα ἡ γῆ τὸ στόμα αὐτῆς κατέπιεν αὐτοὺς καὶ *κορε ἐν τῷ θανάτῳ τῆς συναγωγῆς αὐτοῦ ὅτε κατέφαγεν τὸ πῦρ τοὺς πεντήκοντα καὶ διακοσίους καὶ ἐγενήθησαν ἐν σημείῳ
11. οἱ δὲ υἱοὶ *κορε οὐκ ἀπέθανον
12. καὶ οἱ υἱοὶ *συμεων ὁ δῆμος τῶν υἱῶν *συμεων τῷ *ναμουηλ δῆμος ὁ *ναμουηλι τῷ Iαμιν δῆμος ὁ Iαμινι τῷ Iαχιν δῆμος ὁ Iαχινι
13. τῷ *ζαρα δῆμος ὁ *ζαραι+ τῷ *σαουλ δῆμος ὁ *σαουλι
14. οὗτοι δῆμοι *συμεων ἐκ τῆς ἐπισκέψεως αὐτῶν δύο καὶ εἴκοσι χιλιάδες καὶ διακόσιοι
15. υἱοὶ δὲ Iουδα Hρ καὶ Aυναν καὶ ἀπέθανεν Hρ καὶ Aυναν ἐν γῇ *χανααν
16. ἐγένοντο δὲ οἱ υἱοὶ Iουδα κατὰ δήμους αὐτῶν τῷ *σηλων δῆμος ὁ *σηλωνι τῷ *φαρες δῆμος ὁ *φαρες τῷ *ζαρα δῆμος ὁ *ζαραι+
17. καὶ ἐγένοντο υἱοὶ *φαρες τῷ Aσρων δῆμος ὁ Aσρωνι τῷ Iαμουν δῆμος ὁ Iαμουνι
18. οὗτοι δῆμοι τῷ Iουδα κατὰ τὴν ἐπισκοπὴν αὐτῶν ἓξ καὶ ἑβδομήκοντα χιλιάδες καὶ πεντακόσιοι
19. καὶ υἱοὶ Iςαχαρ κατὰ δήμους αὐτῶν τῷ *θωλα δῆμος ὁ *θωλαι+ τῷ *φουα δῆμος ὁ *φουαι+
20. τῷ Iασουβ δῆμος ὁ Iασουβι τῷ *σαμαραν δῆμος ὁ *σαμαρανι
21. οὗτοι δῆμοι Iςαχαρ ἐξ ἐπισκέψεως αὐτῶν τέςαρες καὶ ἑξήκοντα χιλιάδες καὶ τριακόσιοι
22. υἱοὶ *ζαβουλων κατὰ δήμους αὐτῶν τῷ *σαρεδ δῆμος ὁ *σαρεδι τῷ Aλλων δῆμος ὁ Aλλωνι τῷ Aλληλ δῆμος ὁ Aλληλι
23. οὗτοι δῆμοι *ζαβουλων ἐξ ἐπισκέψεως αὐτῶν ἑξήκοντα χιλιάδες καὶ πεντακόσιοι
24. υἱοὶ *γαδ κατὰ δήμους αὐτῶν τῷ *σαφων δῆμος ὁ *σαφωνι τῷ Aγγι δῆμος ὁ Aγγι τῷ *σουνι δῆμος ὁ *σουνι
25. τῷ Aζενι δῆμος ὁ Aζενι τῷ Aδδι δῆμος ὁ Aδδι
26. τῷ Aροαδι δῆμος ὁ Aροαδι τῷ Aριηλ δῆμος ὁ Aριηλι
27. οὗτοι δῆμοι υἱῶν *γαδ ἐξ ἐπισκέψεως αὐτῶν τεςαράκοντα χιλιάδες καὶ πεντακόσιοι
28. υἱοὶ Aσηρ κατὰ δήμους αὐτῶν τῷ Iαμιν δῆμος ὁ Iαμινι τῷ Iεσου δῆμος ὁ Iεσουι τῷ *βαρια δῆμος ὁ *βαριαι+
29. τῷ *χοβερ δῆμος ὁ *χοβερι τῷ *μελχιηλ δῆμος ὁ *μελχιηλι
30. καὶ τὸ ὄνομα θυγατρὸς Aσηρ *σαρα
31. οὗτοι δῆμοι Aσηρ ἐξ ἐπισκέψεως αὐτῶν τρεῖς καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι
32. υἱοὶ Iωσηφ κατὰ δήμους αὐτῶν *μαναςη καὶ Eφραιμ
33. υἱοὶ *μαναςη τῷ *μαχιρ δῆμος ὁ *μαχιρι καὶ *μαχιρ ἐγέννησεν τὸν *γαλααδ τῷ *γαλααδ δῆμος ὁ *γαλααδι
34. καὶ οὗτοι υἱοὶ *γαλααδ τῷ Aχιεζερ δῆμος ὁ Aχιεζερι τῷ *χελεγ δῆμος ὁ *χελεγι
35. τῷ Eσριηλ δῆμος ὁ Eσριηλι τῷ *συχεμ δῆμος ὁ *συχεμι
36. τῷ *συμαερ δῆμος ὁ *συμαερι καὶ τῷ Oφερ δῆμος ὁ Oφερι
37. καὶ τῷ *σαλπααδ υἱῷ Oφερ οὐκ ἐγένοντο αὐτῷ υἱοί ἀλλ' ἢ θυγατέρες καὶ ταῦτα τὰ ὀνόματα τῶν θυγατέρων *σαλπααδ *μαλα καὶ *νουα καὶ Eγλα καὶ *μελχα καὶ *θερσα
38. οὗτοι δῆμοι *μαναςη ἐξ ἐπισκέψεως αὐτῶν δύο καὶ πεντήκοντα χιλιάδες καὶ ἑπτακόσιοι
39. καὶ οὗτοι υἱοὶ Eφραιμ τῷ *σουταλα δῆμος ὁ *σουταλαι+ τῷ *ταναχ δῆμος ὁ *ταναχι
40. οὗτοι υἱοὶ *σουταλα τῷ Eδεν δῆμος ὁ Eδενι
41. οὗτοι δῆμοι Eφραιμ ἐξ ἐπισκέψεως αὐτῶν δύο καὶ τριάκοντα χιλιάδες καὶ πεντακόσιοι οὗτοι δῆμοι υἱῶν Iωσηφ κατὰ δήμους αὐτῶν
42. υἱοὶ *βενιαμιν κατὰ δήμους αὐτῶν τῷ *βαλε δῆμος ὁ *βαλει+ τῷ Aσυβηρ δῆμος ὁ Aσυβηρι τῷ Iαχιραν δῆμος ὁ Iαχιρανι
43. τῷ *σωφαν δῆμος ὁ *σωφανι
44. καὶ ἐγένοντο οἱ υἱοὶ *βαλε Aδαρ καὶ *νοεμαν τῷ Aδαρ δῆμος ὁ Aδαρι τῷ *νοεμαν δῆμος ὁ *νοεμανι
45. οὗτοι υἱοὶ *βενιαμιν κατὰ δήμους αὐτῶν ἐξ ἐπισκέψεως αὐτῶν πέντε καὶ τεςαράκοντα χιλιάδες καὶ ἑξακόσιοι
46. καὶ υἱοὶ *δαν κατὰ δήμους αὐτῶν τῷ *σαμι δῆμος ὁ *σαμι οὗτοι δῆμοι *δαν κατὰ δήμους αὐτῶν
47. πάντες οἱ δῆμοι *σαμι κατ' ἐπισκοπὴν αὐτῶν τέςαρες καὶ ἑξήκοντα χιλιάδες καὶ τετρακόσιοι
48. υἱοὶ *νεφθαλι κατὰ δήμους αὐτῶν τῷ Aσιηλ δῆμος ὁ Aσιηλι τῷ *γαυνι δῆμος ὁ *γαυνι
49. τῷ Iεσερ δῆμος ὁ Iεσερι τῷ *σελλημ δῆμος ὁ *σελλημι
50. οὗτοι δῆμοι *νεφθαλι ἐξ ἐπισκέψεως αὐτῶν πέντε καὶ τεςαράκοντα χιλιάδες καὶ τετρακόσιοι
51. αὕτη ἡ ἐπίσκεψις υἱῶν Iσραηλ ἑξακόσιαι χιλιάδες καὶ χίλιοι καὶ ἑπτακόσιοι καὶ τριάκοντα
52. καὶ ἐλάλησεν κύριος πρὸς *μωυσῆν λέγων
53. τούτοις μερισθήσεται ἡ γῆ κληρονομεῖν ἐξ ἀριθμοῦ ὀνομάτων
54. τοῖς πλείοσιν πλεονάσεις τὴν κληρονομίαν καὶ τοῖς ἐλάττοσιν ἐλαττώσεις τὴν κληρονομίαν αὐτῶν ἑκάστῳ καθὼς ἐπεσκέπησαν δοθήσεται ἡ κληρονομία αὐτῶν
55. διὰ κλήρων μερισθήσεται ἡ γῆ τοῖς ὀνόμασιν κατὰ φυλὰς πατριῶν αὐτῶν κληρονομήσουσιν
56. ἐκ τοῦ κλήρου μεριεῖς τὴν κληρονομίαν αὐτῶν ἀνὰ μέσον πολλῶν καὶ ὀλίγων
57. καὶ υἱοὶ *λευι κατὰ δήμους αὐτῶν τῷ *γεδσων δῆμος ὁ *γεδσωνι τῷ *κααθ δῆμος ὁ *κααθι τῷ *μεραρι δῆμος ὁ *μεραρι
58. οὗτοι δῆμοι υἱῶν *λευι δῆμος ὁ *λοβενι δῆμος ὁ *χεβρωνι δῆμος ὁ *κορε καὶ δῆμος ὁ *μουσι καὶ *κααθ ἐγέννησεν τὸν Aμραμ
59. καὶ τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ Iωχαβεδ θυγάτηρ *λευι ἣ ἔτεκεν τούτους τῷ *λευι ἐν Aἰγύπτῳ καὶ ἔτεκεν τῷ Aμραμ τὸν Aαρων καὶ *μωυσῆν καὶ *μαριαμ τὴν ἀδελφὴν αὐτῶν
60. καὶ ἐγεννήθησαν τῷ Aαρων ὅ τε *ναδαβ καὶ Aβιουδ καὶ Eλεαζαρ καὶ Iθαμαρ
61. καὶ ἀπέθανεν *ναδαβ καὶ Aβιουδ ἐν τῷ προσφέρειν αὐτοὺς πῦρ ἀλλότριον ἔναντι κυρίου ἐν τῇ ἐρήμῳ *σινα
62. καὶ ἐγενήθησαν ἐξ ἐπισκέψεως αὐτῶν τρεῖς καὶ εἴκοσι χιλιάδες πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω οὐ γὰρ συνεπεσκέπησαν ἐν μέσῳ υἱῶν Iσραηλ ὅτι οὐ δίδοται αὐτοῖς κλῆρος ἐν μέσῳ υἱῶν Iσραηλ
63. καὶ αὕτη ἡ ἐπίσκεψις *μωυσῆ καὶ Eλεαζαρ τοῦ ἱερέως οἳ ἐπεσκέψαντο τοὺς υἱοὺς Iσραηλ ἐν Aραβωθ *μωαβ ἐπὶ τοῦ Iορδάνου κατὰ Iεριχω
64. καὶ ἐν τούτοις οὐκ ἦν ἄνθρωπος τῶν ἐπεσκεμμένων ὑπὸ *μωυσῆ καὶ Aαρων οὓς ἐπεσκέψαντο τοὺς υἱοὺς Iσραηλ ἐν τῇ ἐρήμῳ *σινα
65. ὅτι εἶπεν κύριος αὐτοῖς θανάτῳ ἀποθανοῦνται ἐν τῇ ἐρήμῳ καὶ οὐ κατελείφθη ἐξ αὐτῶν οὐδὲ εἷς πλὴν *χαλεβ υἱὸς Iεφοννη καὶ Ἰησοῦς ὁ τοῦ *ναυη