LXX Numbers 25
Widgets to be programmed here




1. καὶ κατέλυσεν Iσραηλ ἐν *σαττιν καὶ ἐβεβηλώθη λαὸς ἐκπορνεῦσαι εἰς τὰς θυγατέρας *μωαβ

2. καὶ ἐκάλεσαν αὐτοὺς ἐπὶ ταῖς θυσίαις τῶν εἰδώλων αὐτῶν καὶ ἔφαγεν λαὸς τῶν θυσιῶν αὐτῶν καὶ προσεκύνησαν τοῖς εἰδώλοις αὐτῶν

3. καὶ ἐτελέσθη Iσραηλ τῷ *βεελφεγωρ καὶ ὠργίσθη θυμῷ κύριος τῷ Iσραηλ

4. καὶ εἶπεν κύριος τῷ *μωυσῇ λαβὲ πάντας τοὺς ἀρχηγοὺς τοῦ λαοῦ καὶ παραδειγμάτισον αὐτοὺς κυρίῳ ἀπέναντι τοῦ ἡλίου καὶ ἀποστραφήσεται ὀργὴ θυμοῦ κυρίου ἀπὸ Iσραηλ

5. καὶ εἶπεν *μωυσῆς ταῖς φυλαῖς Iσραηλ ἀποκτείνατε ἕκαστος τὸν οἰκεῖον αὐτοῦ τὸν τετελεσμένον τῷ *βεελφεγωρ

6. καὶ ἰδοὺ ἄνθρωπος τῶν υἱῶν Iσραηλ ἐλθὼν προσήγαγεν τὸν ἀδελφὸν αὐτοῦ πρὸς τὴν *μαδιανῖτιν ἐναντίον *μωυσῆ καὶ ἔναντι πάσης συναγωγῆς υἱῶν Iσραηλ αὐτοὶ δὲ ἔκλαιον παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου

7. καὶ ἰδὼν *φινεες υἱὸς Eλεαζαρ υἱοῦ Aαρων τοῦ ἱερέως ἐξανέστη ἐκ μέσου τῆς συναγωγῆς καὶ λαβὼν σειρομάστην ἐν τῇ χειρὶ

8. εἰσῆλθεν ὀπίσω τοῦ ἀνθρώπου τοῦ Iσραηλίτου εἰς τὴν κάμινον καὶ ἀπεκέντησεν ἀμφοτέρους τόν τε ἄνθρωπον τὸν Iσραηλίτην καὶ τὴν γυναῖκα διὰ τῆς μήτρας αὐτῆς καὶ ἐπαύσατο πληγὴ ἀπὸ υἱῶν Iσραηλ

9. καὶ ἐγένοντο οἱ τεθνηκότες ἐν τῇ πληγῇ τέςαρες καὶ εἴκοσι χιλιάδες

10. καὶ ἐλάλησεν κύριος πρὸς *μωυσῆν λέγων

11. *φινεες υἱὸς Eλεαζαρ υἱοῦ Aαρων τοῦ ἱερέως κατέπαυσεν τὸν θυμόν μου ἀπὸ υἱῶν Iσραηλ ἐν τῷ ζηλῶσαί μου τὸν ζῆλον ἐν αὐτοῖς καὶ οὐκ ἐξανήλωσα τοὺς υἱοὺς Iσραηλ ἐν τῷ ζήλῳ μου

12. οὕτως εἰπόν ἰδοὺ ἐγὼ δίδωμι αὐτῷ διαθήκην εἰρήνης

13. καὶ ἔσται αὐτῷ καὶ τῷ σπέρματι αὐτοῦ μετ' αὐτὸν διαθήκη ἱερατείας αἰωνία ἀνθ' ὧν ἐζήλωσεν τῷ θεῷ αὐτοῦ καὶ ἐξιλάσατο περὶ τῶν υἱῶν Iσραηλ

14. τὸ δὲ ὄνομα τοῦ ἀνθρώπου τοῦ Iσραηλίτου τοῦ πεπληγότος ὃς ἐπλήγη μετὰ τῆς *μαδιανίτιδος *ζαμβρι υἱὸς *σαλω ἄρχων οἴκου πατριᾶς τῶν *συμεων

15. καὶ ὄνομα τῇ γυναικὶ τῇ *μαδιανίτιδι τῇ πεπληγυίᾳ *χασβι θυγάτηρ *σουρ ἄρχοντος ἔθνους Oμμωθ οἴκου πατριᾶς ἐστιν τῶν *μαδιαν

16. καὶ ἐλάλησεν κύριος πρὸς *μωυσῆν λέγων λάλησον τοῖς υἱοῖς Iσραηλ λέγων

17. ἐχθραίνετε τοῖς *μαδιηναίοις καὶ πατάξατε αὐτούς

18. ὅτι ἐχθραίνουσιν αὐτοὶ ὑμῖν ἐν δολιότητι ὅσα δολιοῦσιν ὑμᾶς διὰ *φογωρ καὶ διὰ *χασβι θυγατέρα ἄρχοντος *μαδιαν ἀδελφὴν αὐτῶν τὴν πεπληγυῖαν ἐν τῇ ἡμέρᾳ τῆς πληγῆς διὰ *φογωρ















Parse Information
Hover over the lovely Greek words to see parse information.