LXX Numbers 24
Widgets to be programmed here




1. καὶ ἰδὼν *βαλααμ ὅτι καλόν ἐστιν ἔναντι κυρίου εὐλογεῖν τὸν Iσραηλ οὐκ ἐπορεύθη κατὰ τὸ εἰωθὸς εἰς συνάντησιν τοῖς οἰωνοῖς καὶ ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ εἰς τὴν ἔρημον

2. καὶ ἐξάρας *βαλααμ τοὺς ὀφθαλμοὺς αὐτοῦ καθορᾷ τὸν Iσραηλ ἐστρατοπεδευκότα κατὰ φυλάς καὶ ἐγένετο πνεῦμα θεοῦ ἐν αὐτῷ

3. καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν φησὶν *βαλααμ υἱὸς *βεωρ φησὶν ἄνθρωπος ἀληθινῶς ὁρῶν

4. φησὶν ἀκούων λόγια θεοῦ ὅστις ὅρασιν θεοῦ εἶδεν ἐν ὕπνῳ ἀποκεκαλυμμένοι οἱ ὀφθαλμοὶ αὐτοῦ

5. ὡς καλοί σου οἱ οἶκοι Iακωβ αἱ σκηναί σου Iσραηλ

6. ὡσεὶ νάπαι σκιάζουσαι καὶ ὡσεὶ παράδεισοι ἐπὶ ποταμῶν καὶ ὡσεὶ σκηναί ἂς ἔπηξεν κύριος ὡσεὶ κέδροι παρ' ὕδατα

7. ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ καὶ κυριεύσει ἐθνῶν πολλῶν καὶ ὑψωθήσεται *γωγ βασιλεία αὐτοῦ καὶ αὐξηθήσεται βασιλεία αὐτοῦ

8. θεὸς ὡδήγησεν αὐτὸν ἐξ Aἰγύπτου ὡς δόξα μονοκέρωτος αὐτῷ ἔδεται ἔθνη ἐχθρῶν αὐτοῦ καὶ τὰ πάχη αὐτῶν ἐκμυελιεῖ καὶ ταῖς βολίσιν αὐτοῦ κατατοξεύσει ἐχθρόν

9. κατακλιθεὶς ἀνεπαύσατο ὡς λέων καὶ ὡς σκύμνος τίς ἀναστήσει αὐτόν οἱ εὐλογοῦντές σε εὐλόγηνται καὶ οἱ καταρώμενοί σε κεκατήρανται

10. καὶ ἐθυμώθη *βαλακ ἐπὶ *βαλααμ καὶ συνεκρότησεν ταῖς χερσὶν αὐτοῦ καὶ εἶπεν *βαλακ πρὸς *βαλααμ καταρᾶσθαι τὸν ἐχθρόν μου κέκληκά σε καὶ ἰδοὺ εὐλογῶν εὐλόγησας τρίτον τοῦτο

11. νῦν οὖν φεῦγε εἰς τὸν τόπον σου εἶπα τιμήσω σε καὶ νῦν ἐστέρησέν σε κύριος τῆς δόξης

12. καὶ εἶπεν *βαλααμ πρὸς *βαλακ οὐχὶ καὶ τοῖς ἀγγέλοις σου οὓς ἀπέστειλας πρός με ἐλάλησα λέγων

13. ἐάν μοι δῷ *βαλακ πλήρη τὸν οἶκον αὐτοῦ ἀργυρίου καὶ χρυσίου οὐ δυνήσομαι παραβῆναι τὸ ῥῆμα κυρίου ποιῆσαι αὐτὸ πονηρὸν καλὸν παρ' ἐμαυτοῦ ὅσα ἐὰν εἴπῃ θεός ταῦτα ἐρῶ

14. καὶ νῦν ἰδοὺ ἀποτρέχω εἰς τὸν τόπον μου δεῦρο συμβουλεύσω σοι τί ποιήσει λαὸς οὗτος τὸν λαόν σου ἐπ' ἐσχάτου τῶν ἡμερῶν

15. καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν φησὶν *βαλααμ υἱὸς *βεωρ φησὶν ἄνθρωπος ἀληθινῶς ὁρῶν

16. ἀκούων λόγια θεοῦ ἐπιστάμενος ἐπιστήμην παρὰ ὑψίστου καὶ ὅρασιν θεοῦ ἰδὼν ἐν ὕπνῳ ἀποκεκαλυμμένοι οἱ ὀφθαλμοὶ αὐτοῦ

17. δείξω αὐτῷ καὶ οὐχὶ νῦν μακαρίζω καὶ οὐκ ἐγγίζει ἀνατελεῖ ἄστρον ἐξ Iακωβ καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Iσραηλ καὶ θραύσει τοὺς ἀρχηγοὺς *μωαβ καὶ προνομεύσει πάντας υἱοὺς *σηθ

18. καὶ ἔσται Eδωμ κληρονομία καὶ ἔσται κληρονομία Hσαυ ἐχθρὸς αὐτοῦ καὶ Iσραηλ ἐποίησεν ἐν ἰσχύι

19. καὶ ἐξεγερθήσεται ἐξ Iακωβ καὶ ἀπολεῖ σῳζόμενον ἐκ πόλεως

20. καὶ ἰδὼν τὸν Aμαληκ καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν ἀρχὴ ἐθνῶν Aμαληκ καὶ τὸ σπέρμα αὐτῶν ἀπολεῖται

21. καὶ ἰδὼν τὸν *καιναῖον καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν ἰσχυρὰ κατοικία σου καὶ ἐὰν θῇς ἐν πέτρᾳ τὴν νοςιάν σου

22. καὶ ἐὰν γένηται τῷ *βεωρ νεοςιὰ πανουργίας Ἀςύριοί σε αἰχμαλωτεύσουσιν

23. καὶ ἰδὼν τὸν Ωγ καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν τίς ζήσεται ὅταν θῇ ταῦτα θεός

24. καὶ ἐξελεύσεται ἐκ χειρὸς *κιτιαίων καὶ κακώσουσιν Aςουρ καὶ κακώσουσιν Eβραίους καὶ αὐτοὶ ὁμοθυμαδὸν ἀπολοῦνται

25. καὶ ἀναστὰς *βαλααμ ἀπῆλθεν ἀποστραφεὶς εἰς τὸν τόπον αὐτοῦ καὶ *βαλακ ἀπῆλθεν πρὸς ἑαυτόν















Parse Information
Hover over the lovely Greek words to see parse information.