LXX Numbers 21
Widgets to be programmed here




1. καὶ ἤκουσεν *χανανις βασιλεὺς Aραδ κατοικῶν κατὰ τὴν ἔρημον ἦλθεν γὰρ Iσραηλ ὁδὸν Aθαριν καὶ ἐπολέμησεν πρὸς Iσραηλ καὶ κατεπρονόμευσαν ἐξ αὐτῶν αἰχμαλωσίαν

2. καὶ ηὔξατο Iσραηλ εὐχὴν κυρίῳ καὶ εἶπεν ἐάν μοι παραδῷς τὸν λαὸν τοῦτον ὑποχείριον ἀναθεματιῶ αὐτὸν καὶ τὰς πόλεις αὐτοῦ

3. καὶ εἰσήκουσεν κύριος τῆς φωνῆς Iσραηλ καὶ παρέδωκεν τὸν *χανανιν ὑποχείριον αὐτοῦ καὶ ἀνεθεμάτισεν αὐτὸν καὶ τὰς πόλεις αὐτοῦ καὶ ἐπεκάλεσαν τὸ ὄνομα τοῦ τόπου ἐκείνου ἀνάθεμα

4. καὶ ἀπάραντες ἐξ Ωρ τοῦ ὄρους ὁδὸν ἐπὶ θάλαςαν ἐρυθρὰν περιεκύκλωσαν γῆν Eδωμ καὶ ὠλιγοψύχησεν λαὸς ἐν τῇ ὁδῷ

5. καὶ κατελάλει λαὸς πρὸς τὸν θεὸν καὶ κατὰ *μωυσῆ λέγοντες ἵνα τί ἐξήγαγες ἡμᾶς ἐξ Aἰγύπτου ἀποκτεῖναι ἡμᾶς ἐν τῇ ἐρήμῳ ὅτι οὐκ ἔστιν ἄρτος οὐδὲ ὕδωρ δὲ ψυχὴ ἡμῶν προσώχθισεν ἐν τῷ ἄρτῳ τῷ διακένῳ

6. καὶ ἀπέστειλεν κύριος εἰς τὸν λαὸν τοὺς ὄφεις τοὺς θανατοῦντας καὶ ἔδακνον τὸν λαόν καὶ ἀπέθανεν λαὸς πολὺς τῶν υἱῶν Iσραηλ

7. καὶ παραγενόμενος λαὸς πρὸς *μωυσῆν ἔλεγον ὅτι ἡμάρτομεν ὅτι κατελαλήσαμεν κατὰ τοῦ κυρίου καὶ κατὰ σοῦ εὖξαι οὖν πρὸς κύριον καὶ ἀφελέτω ἀφ' ἡμῶν τὸν ὄφιν καὶ ηὔξατο *μωυσῆς πρὸς κύριον περὶ τοῦ λαοῦ

8. καὶ εἶπεν κύριος πρὸς *μωυσῆν ποίησον σεαυτῷ ὄφιν καὶ θὲς αὐτὸν ἐπὶ σημείου καὶ ἔσται ἐὰν δάκῃ ὄφις ἄνθρωπον πᾶς δεδηγμένος ἰδὼν αὐτὸν ζήσεται

9. καὶ ἐποίησεν *μωυσῆς ὄφιν χαλκοῦν καὶ ἔστησεν αὐτὸν ἐπὶ σημείου καὶ ἐγένετο ὅταν ἔδακνεν ὄφις ἄνθρωπον καὶ ἐπέβλεψεν ἐπὶ τὸν ὄφιν τὸν χαλκοῦν καὶ ἔζη

10. καὶ ἀπῆραν οἱ υἱοὶ Iσραηλ καὶ παρενέβαλον ἐν Ωβωθ

11. καὶ ἐξάραντες ἐξ Ωβωθ παρενέβαλον ἐν Aχελγαι ἐκ τοῦ πέραν ἐν τῇ ἐρήμῳ ἐστιν κατὰ πρόσωπον *μωαβ κατὰ ἀνατολὰς ἡλίου

12. ἐκεῖθεν ἀπῆραν καὶ παρενέβαλον εἰς φάραγγα *ζαρετ

13. καὶ ἐκεῖθεν ἀπάραντες παρενέβαλον εἰς τὸ πέραν Aρνων ἐν τῇ ἐρήμῳ τὸ ἐξέχον ἀπὸ τῶν ὁρίων τῶν Aμορραίων ἔστιν γὰρ Aρνων ὅρια *μωαβ ἀνὰ μέσον *μωαβ καὶ ἀνὰ μέσον τοῦ Aμορραίου

14. διὰ τοῦτο λέγεται ἐν βιβλίῳ πόλεμος τοῦ κυρίου τὴν *ζωοβ ἐφλόγισεν καὶ τοὺς χειμάρρους Aρνων

15. καὶ τοὺς χειμάρρους κατέστησεν κατοικίσαι καὶ πρόσκειται τοῖς ὁρίοις *μωαβ

16. καὶ ἐκεῖθεν τὸ φρέαρ τοῦτό ἐστιν τὸ φρέαρ εἶπεν κύριος πρὸς *μωυσῆν συνάγαγε τὸν λαόν καὶ δώσω αὐτοῖς ὕδωρ πιεῖν

17. τότε ᾖσεν Iσραηλ τὸ ᾆσμα τοῦτο ἐπὶ τοῦ φρέατος ἐξάρχετε αὐτῷ

18. φρέαρ ὤρυξαν αὐτὸ ἄρχοντες ἐξελατόμησαν αὐτὸ βασιλεῖς ἐθνῶν ἐν τῇ βασιλείᾳ αὐτῶν ἐν τῷ κυριεῦσαι αὐτῶν καὶ ἀπὸ φρέατος εἰς *μανθαναιν

19. καὶ ἀπὸ *μανθαναιν εἰς *νααλιηλ καὶ ἀπὸ *νααλιηλ εἰς *βαμωθ

20. καὶ ἀπὸ *βαμωθ εἰς νάπην ἐστιν ἐν τῷ πεδίῳ *μωαβ ἀπὸ κορυφῆς τοῦ λελαξευμένου τὸ βλέπον κατὰ πρόσωπον τῆς ἐρήμου

21. καὶ ἀπέστειλεν *μωυσῆς πρέσβεις πρὸς *σηων βασιλέα Aμορραίων λόγοις εἰρηνικοῖς λέγων

22. παρελευσόμεθα διὰ τῆς γῆς σου τῇ ὁδῷ πορευσόμεθα οὐκ ἐκκλινοῦμεν οὔτε εἰς ἀγρὸν οὔτε εἰς ἀμπελῶνα οὐ πιόμεθα ὕδωρ ἐκ φρέατός σου ὁδῷ βασιλικῇ πορευσόμεθα ἕως παρέλθωμεν τὰ ὅριά σου

23. καὶ οὐκ ἔδωκεν *σηων τῷ Iσραηλ παρελθεῖν διὰ τῶν ὁρίων αὐτοῦ καὶ συνήγαγεν *σηων πάντα τὸν λαὸν αὐτοῦ καὶ ἐξῆλθεν παρατάξασθαι τῷ Iσραηλ εἰς τὴν ἔρημον καὶ ἦλθεν εἰς Iαςα καὶ παρετάξατο τῷ Iσραηλ

24. καὶ ἐπάταξεν αὐτὸν Iσραηλ φόνῳ μαχαίρης καὶ κατεκυρίευσαν τῆς γῆς αὐτοῦ ἀπὸ Aρνων ἕως Iαβοκ ἕως υἱῶν Aμμαν ὅτι Iαζηρ ὅρια υἱῶν Aμμων ἐστίν

25. καὶ ἔλαβεν Iσραηλ πάσας τὰς πόλεις ταύτας καὶ κατῴκησεν Iσραηλ ἐν πάσαις ταῖς πόλεσιν τῶν Aμορραίων ἐν Eσεβων καὶ ἐν πάσαις ταῖς συγκυρούσαις αὐτῇ

26. ἔστιν γὰρ Eσεβων πόλις *σηων τοῦ βασιλέως τῶν Aμορραίων καὶ οὗτος ἐπολέμησεν βασιλέα *μωαβ τὸ πρότερον καὶ ἔλαβον πᾶσαν τὴν γῆν αὐτοῦ ἀπὸ Aροηρ ἕως Aρνων

27. διὰ τοῦτο ἐροῦσιν οἱ αἰνιγματισταί ἔλθετε εἰς Eσεβων ἵνα οἰκοδομηθῇ καὶ κατασκευασθῇ πόλις *σηων

28. ὅτι πῦρ ἐξῆλθεν ἐξ Eσεβων φλὸξ ἐκ πόλεως *σηων καὶ κατέφαγεν ἕως *μωαβ καὶ κατέπιεν στήλας Aρνων

29. οὐαί σοι *μωαβ ἀπώλου λαὸς *χαμως ἀπεδόθησαν οἱ υἱοὶ αὐτῶν διασῴζεσθαι καὶ αἱ θυγατέρες αὐτῶν αἰχμάλωτοι τῷ βασιλεῖ τῶν Aμορραίων *σηων

30. καὶ τὸ σπέρμα αὐτῶν ἀπολεῖται Eσεβων ἕως *δαιβων καὶ αἱ γυναῖκες ἔτι προσεξέκαυσαν πῦρ ἐπὶ *μωαβ

31. κατῴκησεν δὲ Iσραηλ ἐν πάσαις ταῖς πόλεσιν τῶν Aμορραίων

32. καὶ ἀπέστειλεν *μωυσῆς κατασκέψασθαι τὴν Iαζηρ καὶ κατελάβοντο αὐτὴν καὶ τὰς κώμας αὐτῆς καὶ ἐξέβαλον τὸν Aμορραῖον τὸν κατοικοῦντα ἐκεῖ

33. καὶ ἐπιστρέψαντες ἀνέβησαν ὁδὸν τὴν εἰς *βασαν καὶ ἐξῆλθεν Ωγ βασιλεὺς τῆς *βασαν εἰς συνάντησιν αὐτοῖς καὶ πᾶς λαὸς αὐτοῦ εἰς πόλεμον εἰς Eδραι+ν

34. καὶ εἶπεν κύριος πρὸς *μωυσῆν μὴ φοβηθῇς αὐτόν ὅτι εἰς τὰς χεῖράς σου παραδέδωκα αὐτὸν καὶ πάντα τὸν λαὸν αὐτοῦ καὶ πᾶσαν τὴν γῆν αὐτοῦ καὶ ποιήσεις αὐτῷ καθὼς ἐποίησας τῷ *σηων βασιλεῖ τῶν Aμορραίων ὃς κατῴκει ἐν Eσεβων

35. καὶ ἐπάταξεν αὐτὸν καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ πάντα τὸν λαὸν αὐτοῦ ἕως τοῦ μὴ καταλιπεῖν αὐτοῦ ζωγρείαν καὶ ἐκληρονόμησαν τὴν γῆν αὐτῶν















Parse Information
Hover over the lovely Greek words to see parse information.