1. καὶ ἦλθον οἱ υἱοὶ Iσραηλ πᾶσα ἡ συναγωγή εἰς τὴν ἔρημον *σιν ἐν τῷ μηνὶ τῷ πρώτῳ καὶ κατέμεινεν ὁ λαὸς ἐν *καδης καὶ ἐτελεύτησεν ἐκεῖ *μαριαμ καὶ ἐτάφη ἐκεῖ
2. καὶ οὐκ ἦν ὕδωρ τῇ συναγωγῇ καὶ ἠθροίσθησαν ἐπὶ *μωυσῆν καὶ Aαρων
3. καὶ ἐλοιδορεῖτο ὁ λαὸς πρὸς *μωυσῆν λέγοντες ὄφελον ἀπεθάνομεν ἐν τῇ ἀπωλείᾳ τῶν ἀδελφῶν ἡμῶν ἔναντι κυρίου
4. καὶ ἵνα τί ἀνηγάγετε τὴν συναγωγὴν κυρίου εἰς τὴν ἔρημον ταύτην ἀποκτεῖναι ἡμᾶς καὶ τὰ κτήνη ἡμῶν
5. καὶ ἵνα τί τοῦτο ἀνηγάγετε ἡμᾶς ἐξ Aἰγύπτου παραγενέσθαι εἰς τὸν τόπον τὸν πονηρὸν τοῦτον τόπος οὗ οὐ σπείρεται οὐδὲ συκαῖ οὐδὲ ἄμπελοι οὐδὲ ῥόαι οὐδὲ ὕδωρ ἐστὶν πιεῖν
6. καὶ ἦλθεν *μωυσῆς καὶ Aαρων ἀπὸ προσώπου τῆς συναγωγῆς ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ ἔπεσαν ἐπὶ πρόσωπον καὶ ὤφθη ἡ δόξα κυρίου πρὸς αὐτούς
7. καὶ ἐλάλησεν κύριος πρὸς *μωυσῆν λέγων
8. λαβὲ τὴν ῥάβδον καὶ ἐκκλησίασον τὴν συναγωγὴν σὺ καὶ Aαρων ὁ ἀδελφός σου καὶ λαλήσατε πρὸς τὴν πέτραν ἔναντι αὐτῶν καὶ δώσει τὰ ὕδατα αὐτῆς καὶ ἐξοίσετε αὐτοῖς ὕδωρ ἐκ τῆς πέτρας καὶ ποτιεῖτε τὴν συναγωγὴν καὶ τὰ κτήνη αὐτῶν
9. καὶ ἔλαβεν *μωυσῆς τὴν ῥάβδον τὴν ἀπέναντι κυρίου καθὰ συνέταξεν κύριος
10. καὶ ἐξεκκλησίασεν *μωυσῆς καὶ Aαρων τὴν συναγωγὴν ἀπέναντι τῆς πέτρας καὶ εἶπεν πρὸς αὐτούς ἀκούσατέ μου οἱ ἀπειθεῖς μὴ ἐκ τῆς πέτρας ταύτης ἐξάξομεν ὑμῖν ὕδωρ
11. καὶ ἐπάρας *μωυσῆς τὴν χεῖρα αὐτοῦ ἐπάταξεν τὴν πέτραν τῇ ῥάβδῳ δίς καὶ ἐξῆλθεν ὕδωρ πολύ καὶ ἔπιεν ἡ συναγωγὴ καὶ τὰ κτήνη αὐτῶν
12. καὶ εἶπεν κύριος πρὸς *μωυσῆν καὶ Aαρων ὅτι οὐκ ἐπιστεύσατε ἁγιάσαι με ἐναντίον υἱῶν Iσραηλ διὰ τοῦτο οὐκ εἰσάξετε ὑμεῖς τὴν συναγωγὴν ταύτην εἰς τὴν γῆν ἣν δέδωκα αὐτοῖς
13. τοῦτο ὕδωρ ἀντιλογίας ὅτι ἐλοιδορήθησαν οἱ υἱοὶ Iσραηλ ἔναντι κυρίου καὶ ἡγιάσθη ἐν αὐτοῖς
14. καὶ ἀπέστειλεν *μωυσῆς ἀγγέλους ἐκ *καδης πρὸς βασιλέα Eδωμ λέγων τάδε λέγει ὁ ἀδελφός σου Iσραηλ σὺ ἐπίστῃ πάντα τὸν μόχθον τὸν εὑρόντα ἡμᾶς
15. καὶ κατέβησαν οἱ πατέρες ἡμῶν εἰς Aἴγυπτον καὶ παρῳκήσαμεν ἐν Aἰγύπτῳ ἡμέρας πλείους καὶ ἐκάκωσαν ἡμᾶς οἱ Aἰγύπτιοι καὶ τοὺς πατέρας ἡμῶν
16. καὶ ἀνεβοήσαμεν πρὸς κύριον καὶ εἰσήκουσεν κύριος τῆς φωνῆς ἡμῶν καὶ ἀποστείλας ἄγγελον ἐξήγαγεν ἡμᾶς ἐξ Aἰγύπτου καὶ νῦν ἐσμεν ἐν *καδης πόλει ἐκ μέρους τῶν ὁρίων σου
17. παρελευσόμεθα διὰ τῆς γῆς σου οὐ διελευσόμεθα δι' ἀγρῶν οὐδὲ δι' ἀμπελώνων οὐδὲ πιόμεθα ὕδωρ ἐκ λάκκου σου ὁδῷ βασιλικῇ πορευσόμεθα οὐκ ἐκκλινοῦμεν δεξιὰ οὐδὲ εὐώνυμα ἕως ἂν παρέλθωμεν τὰ ὅριά σου
18. καὶ εἶπεν πρὸς αὐτὸν Eδωμ οὐ διελεύσῃ δι' ἐμοῦ εἰ δὲ μή ἐν πολέμῳ ἐξελεύσομαι εἰς συνάντησίν σοι
19. καὶ λέγουσιν αὐτῷ οἱ υἱοὶ Iσραηλ παρὰ τὸ ὄρος παρελευσόμεθα ἐὰν δὲ τοῦ ὕδατός σου πίωμεν ἐγώ τε καὶ τὰ κτήνη δώσω τιμήν σοι ἀλλὰ τὸ πρᾶγμα οὐδέν ἐστιν παρὰ τὸ ὄρος παρελευσόμεθα
20. ὁ δὲ εἶπεν οὐ διελεύσῃ δι' ἐμοῦ καὶ ἐξῆλθεν Eδωμ εἰς συνάντησιν αὐτῷ ἐν ὄχλῳ βαρεῖ καὶ ἐν χειρὶ ἰσχυρᾷ
21. καὶ οὐκ ἠθέλησεν Eδωμ δοῦναι τῷ Iσραηλ παρελθεῖν διὰ τῶν ὁρίων αὐτοῦ καὶ ἐξέκλινεν Iσραηλ ἀπ' αὐτοῦ
22. καὶ ἀπῆραν ἐκ *καδης καὶ παρεγένοντο οἱ υἱοὶ Iσραηλ πᾶσα ἡ συναγωγή εἰς Ωρ τὸ ὄρος
23. καὶ εἶπεν κύριος πρὸς *μωυσῆν καὶ Aαρων ἐν Ωρ τῷ ὄρει ἐπὶ τῶν ὁρίων γῆς Eδωμ λέγων
24. προστεθήτω Aαρων πρὸς τὸν λαὸν αὐτοῦ ὅτι οὐ μὴ εἰσέλθητε εἰς τὴν γῆν ἣν δέδωκα τοῖς υἱοῖς Iσραηλ διότι παρωξύνατέ με ἐπὶ τοῦ ὕδατος τῆς λοιδορίας
25. λαβὲ τὸν Aαρων καὶ Eλεαζαρ τὸν υἱὸν αὐτοῦ καὶ ἀναβίβασον αὐτοὺς εἰς Ωρ τὸ ὄρος ἔναντι πάσης τῆς συναγωγῆς
26. καὶ ἔκδυσον Aαρων τὴν στολὴν αὐτοῦ καὶ ἔνδυσον Eλεαζαρ τὸν υἱὸν αὐτοῦ καὶ Aαρων προστεθεὶς ἀποθανέτω ἐκεῖ
27. καὶ ἐποίησεν *μωυσῆς καθὰ συνέταξεν κύριος καὶ ἀνεβίβασεν αὐτὸν εἰς Ωρ τὸ ὄρος ἐναντίον πάσης τῆς συναγωγῆς
28. καὶ ἐξέδυσεν Aαρων τὰ ἱμάτια αὐτοῦ καὶ ἐνέδυσεν αὐτὰ Eλεαζαρ τὸν υἱὸν αὐτοῦ καὶ ἀπέθανεν Aαρων ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους καὶ κατέβη *μωυσῆς καὶ Eλεαζαρ ἐκ τοῦ ὄρους
29. καὶ εἶδεν πᾶσα ἡ συναγωγὴ ὅτι ἀπελύθη Aαρων καὶ ἔκλαυσαν τὸν Aαρων τριάκοντα ἡμέρας πᾶς οἶκος Iσραηλ