LXX Numbers 2
Widgets to be programmed here




1. καὶ ἐλάλησεν κύριος πρὸς *μωυσῆν καὶ Aαρων λέγων

2. ἄνθρωπος ἐχόμενος αὐτοῦ κατὰ τάγμα κατὰ σημέας κατ' οἴκους πατριῶν αὐτῶν παρεμβαλέτωσαν οἱ υἱοὶ Iσραηλ ἐναντίοι κύκλῳ τῆς σκηνῆς τοῦ μαρτυρίου παρεμβαλοῦσιν οἱ υἱοὶ Iσραηλ

3. καὶ οἱ παρεμβάλλοντες πρῶτοι κατ' ἀνατολὰς τάγμα παρεμβολῆς Iουδα σὺν δυνάμει αὐτῶν καὶ ἄρχων τῶν υἱῶν Iουδα *νααςων υἱὸς Aμιναδαβ

4. δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι τέςαρες καὶ ἑβδομήκοντα χιλιάδες καὶ ἑξακόσιοι

5. καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Iςαχαρ καὶ ἄρχων τῶν υἱῶν Iςαχαρ *ναθαναηλ υἱὸς *σωγαρ

6. δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι τέςαρες καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι

7. καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς *ζαβουλων καὶ ἄρχων τῶν υἱῶν *ζαβουλων Eλιαβ υἱὸς *χαιλων

8. δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι ἑπτὰ καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι

9. πάντες οἱ ἐπεσκεμμένοι ἐκ τῆς παρεμβολῆς Iουδα ἑκατὸν ὀγδοήκοντα χιλιάδες καὶ ἑξακισχίλιοι καὶ τετρακόσιοι σὺν δυνάμει αὐτῶν πρῶτοι ἐξαροῦσιν

10. τάγμα παρεμβολῆς Ρουβην πρὸς λίβα σὺν δυνάμει αὐτῶν καὶ ἄρχων τῶν υἱῶν Ρουβην Eλισουρ υἱὸς *σεδιουρ

11. δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι ἓξ καὶ τεςαράκοντα χιλιάδες καὶ πεντακόσιοι

12. καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτοῦ φυλῆς *συμεων καὶ ἄρχων τῶν υἱῶν *συμεων *σαλαμιηλ υἱὸς *σουρισαδαι

13. δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι ἐννέα καὶ πεντήκοντα χιλιάδες καὶ τριακόσιοι

14. καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτοῦ φυλῆς *γαδ καὶ ἄρχων τῶν υἱῶν *γαδ Eλισαφ υἱὸς Ραγουηλ

15. δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι πέντε καὶ τεςαράκοντα χιλιάδες καὶ ἑξακόσιοι καὶ πεντήκοντα

16. πάντες οἱ ἐπεσκεμμένοι τῆς παρεμβολῆς Ρουβην ἑκατὸν πεντήκοντα μία χιλιάδες καὶ τετρακόσιοι καὶ πεντήκοντα σὺν δυνάμει αὐτῶν δεύτεροι ἐξαροῦσιν

17. καὶ ἀρθήσεται σκηνὴ τοῦ μαρτυρίου καὶ παρεμβολὴ τῶν *λευιτῶν μέσον τῶν παρεμβολῶν ὡς καὶ παρεμβάλλουσιν οὕτως καὶ ἐξαροῦσιν ἕκαστος ἐχόμενος καθ' ἡγεμονίαν

18. τάγμα παρεμβολῆς Eφραιμ παρὰ θάλαςαν σὺν δυνάμει αὐτῶν καὶ ἄρχων τῶν υἱῶν Eφραιμ Eλισαμα υἱὸς Eμιουδ

19. δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι τεςαράκοντα χιλιάδες καὶ πεντακόσιοι

20. καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς *μαναςη καὶ ἄρχων τῶν υἱῶν *μαναςη *γαμαλιηλ υἱὸς *φαδαςουρ

21. δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι δύο καὶ τριάκοντα χιλιάδες καὶ διακόσιοι

22. καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς *βενιαμιν καὶ ἄρχων τῶν υἱῶν *βενιαμιν Aβιδαν υἱὸς *γαδεωνι

23. δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι πέντε καὶ τριάκοντα χιλιάδες καὶ τετρακόσιοι

24. πάντες οἱ ἐπεσκεμμένοι τῆς παρεμβολῆς Eφραιμ ἑκατὸν χιλιάδες καὶ ὀκτακισχίλιοι καὶ ἑκατὸν σὺν δυνάμει αὐτῶν τρίτοι ἐξαροῦσιν

25. τάγμα παρεμβολῆς *δαν πρὸς βορρᾶν σὺν δυνάμει αὐτῶν καὶ ἄρχων τῶν υἱῶν *δαν Aχιεζερ υἱὸς Aμισαδαι

26. δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι δύο καὶ ἑξήκοντα χιλιάδες καὶ ἑπτακόσιοι

27. καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτοῦ φυλῆς Aσηρ καὶ ἄρχων τῶν υἱῶν Aσηρ *φαγαιηλ υἱὸς Eχραν

28. δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι μία καὶ τεςαράκοντα χιλιάδες καὶ πεντακόσιοι

29. καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς *νεφθαλι καὶ ἄρχων τῶν υἱῶν *νεφθαλι Aχιρε υἱὸς Aιναν

30. δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι τρεῖς καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι

31. πάντες οἱ ἐπεσκεμμένοι τῆς παρεμβολῆς *δαν ἑκατὸν καὶ πεντήκοντα ἑπτὰ χιλιάδες καὶ ἑξακόσιοι ἔσχατοι ἐξαροῦσιν κατὰ τάγμα αὐτῶν

32. αὕτη ἐπίσκεψις τῶν υἱῶν Iσραηλ κατ' οἴκους πατριῶν αὐτῶν πᾶσα ἐπίσκεψις τῶν παρεμβολῶν σὺν ταῖς δυνάμεσιν αὐτῶν ἑξακόσιαι χιλιάδες καὶ τρισχίλιοι πεντακόσιοι πεντήκοντα

33. οἱ δὲ *λευῖται οὐ συνεπεσκέπησαν ἐν αὐτοῖς καθὰ ἐνετείλατο κύριος τῷ *μωυσῇ

34. καὶ ἐποίησαν οἱ υἱοὶ Iσραηλ πάντα ὅσα συνέταξεν κύριος τῷ *μωυσῇ οὕτως παρενέβαλον κατὰ τάγμα αὐτῶν καὶ οὕτως ἐξῆρον ἕκαστος ἐχόμενοι κατὰ δήμους αὐτῶν κατ' οἴκους πατριῶν αὐτῶν















Parse Information
Hover over the lovely Greek words to see parse information.