LXX Numbers 17
Widgets to be programmed here




1. καὶ εἶπεν κύριος πρὸς *μωυσῆν

2. καὶ πρὸς Eλεαζαρ τὸν υἱὸν Aαρων τὸν ἱερέα ἀνέλεσθε τὰ πυρεῖα τὰ χαλκᾶ ἐκ μέσου τῶν κατακεκαυμένων καὶ τὸ πῦρ τὸ ἀλλότριον τοῦτο σπεῖρον ἐκεῖ ὅτι ἡγίασαν

3. τὰ πυρεῖα τῶν ἁμαρτωλῶν τούτων ἐν ταῖς ψυχαῖς αὐτῶν καὶ ποίησον αὐτὰ λεπίδας ἐλατάς περίθεμα τῷ θυσιαστηρίῳ ὅτι προσηνέχθησαν ἔναντι κυρίου καὶ ἡγιάσθησαν καὶ ἐγένοντο εἰς σημεῖον τοῖς υἱοῖς Iσραηλ

4. καὶ ἔλαβεν Eλεαζαρ υἱὸς Aαρων τοῦ ἱερέως τὰ πυρεῖα τὰ χαλκᾶ ὅσα προσήνεγκαν οἱ κατακεκαυμένοι καὶ προσέθηκαν αὐτὰ περίθεμα τῷ θυσιαστηρίῳ

5. μνημόσυνον τοῖς υἱοῖς Iσραηλ ὅπως ἂν μὴ προσέλθῃ μηθεὶς ἀλλογενής ὃς οὐκ ἔστιν ἐκ τοῦ σπέρματος Aαρων ἐπιθεῖναι θυμίαμα ἔναντι κυρίου καὶ οὐκ ἔσται ὥσπερ *κορε καὶ ἐπισύστασις αὐτοῦ καθὰ ἐλάλησεν κύριος ἐν χειρὶ *μωυσῆ

6. καὶ ἐγόγγυσαν οἱ υἱοὶ Iσραηλ τῇ ἐπαύριον ἐπὶ *μωυσῆν καὶ Aαρων λέγοντες ὑμεῖς ἀπεκτάγκατε τὸν λαὸν κυρίου

7. καὶ ἐγένετο ἐν τῷ ἐπισυστρέφεσθαι τὴν συναγωγὴν ἐπὶ *μωυσῆν καὶ Aαρων καὶ ὥρμησαν ἐπὶ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ τήνδε ἐκάλυψεν αὐτὴν νεφέλη καὶ ὤφθη δόξα κυρίου

8. καὶ εἰσῆλθεν *μωυσῆς καὶ Aαρων κατὰ πρόσωπον τῆς σκηνῆς τοῦ μαρτυρίου

9. καὶ ἐλάλησεν κύριος πρὸς *μωυσῆν καὶ Aαρων λέγων

10. ἐκχωρήσατε ἐκ μέσου τῆς συναγωγῆς ταύτης καὶ ἐξαναλώσω αὐτοὺς εἰς ἅπαξ καὶ ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν

11. καὶ εἶπεν *μωυσῆς πρὸς Aαρων λαβὲ τὸ πυρεῖον καὶ ἐπίθες ἐπ' αὐτὸ πῦρ ἀπὸ τοῦ θυσιαστηρίου καὶ ἐπίβαλε ἐπ' αὐτὸ θυμίαμα καὶ ἀπένεγκε τὸ τάχος εἰς τὴν παρεμβολὴν καὶ ἐξίλασαι περὶ αὐτῶν ἐξῆλθεν γὰρ ὀργὴ ἀπὸ προσώπου κυρίου ἦρκται θραύειν τὸν λαόν

12. καὶ ἔλαβεν Aαρων καθάπερ ἐλάλησεν αὐτῷ *μωυσῆς καὶ ἔδραμεν εἰς τὴν συναγωγήν καὶ ἤδη ἐνῆρκτο θραῦσις ἐν τῷ λαῷ καὶ ἐπέβαλεν τὸ θυμίαμα καὶ ἐξιλάσατο περὶ τοῦ λαοῦ

13. καὶ ἔστη ἀνὰ μέσον τῶν τεθνηκότων καὶ τῶν ζώντων καὶ ἐκόπασεν θραῦσις

14. καὶ ἐγένοντο οἱ τεθνηκότες ἐν τῇ θραύσει τέςαρες καὶ δέκα χιλιάδες καὶ ἑπτακόσιοι χωρὶς τῶν τεθνηκότων ἕνεκεν *κορε

15. καὶ ἐπέστρεψεν Aαρων πρὸς *μωυσῆν ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ ἐκόπασεν θραῦσις

16. καὶ ἐλάλησεν κύριος πρὸς *μωυσῆν λέγων

17. λάλησον τοῖς υἱοῖς Iσραηλ καὶ λαβὲ παρ' αὐτῶν ῥάβδον ῥάβδον κατ' οἴκους πατριῶν παρὰ πάντων τῶν ἀρχόντων αὐτῶν κατ' οἴκους πατριῶν αὐτῶν δώδεκα ῥάβδους καὶ ἑκάστου τὸ ὄνομα αὐτοῦ ἐπίγραψον ἐπὶ τῆς ῥάβδου αὐτοῦ

18. καὶ τὸ ὄνομα Aαρων ἐπίγραψον ἐπὶ τῆς ῥάβδου *λευι ἔστιν γὰρ ῥάβδος μία κατὰ φυλὴν οἴκου πατριῶν αὐτῶν δώσουσιν

19. καὶ θήσεις αὐτὰς ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου κατέναντι τοῦ μαρτυρίου ἐν οἷς γνωσθήσομαί σοι ἐκεῖ

20. καὶ ἔσται ἄνθρωπος ὃν ἐὰν ἐκλέξωμαι αὐτόν ῥάβδος αὐτοῦ ἐκβλαστήσει καὶ περιελῶ ἀπ' ἐμοῦ τὸν γογγυσμὸν τῶν υἱῶν Iσραηλ αὐτοὶ γογγύζουσιν ἐφ' ὑμῖν

21. καὶ ἐλάλησεν *μωυσῆς τοῖς υἱοῖς Iσραηλ καὶ ἔδωκαν αὐτῷ πάντες οἱ ἄρχοντες αὐτῶν ῥάβδον τῷ ἄρχοντι τῷ ἑνὶ ῥάβδον κατὰ ἄρχοντα κατ' οἴκους πατριῶν αὐτῶν δώδεκα ῥάβδους καὶ ῥάβδος Aαρων ἀνὰ μέσον τῶν ῥάβδων αὐτῶν

22. καὶ ἀπέθηκεν *μωυσῆς τὰς ῥάβδους ἔναντι κυρίου ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου

23. καὶ ἐγένετο τῇ ἐπαύριον καὶ εἰσῆλθεν *μωυσῆς καὶ Aαρων εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ ἰδοὺ ἐβλάστησεν ῥάβδος Aαρων εἰς οἶκον *λευι καὶ ἐξήνεγκεν βλαστὸν καὶ ἐξήνθησεν ἄνθη καὶ ἐβλάστησεν κάρυα

24. καὶ ἐξήνεγκεν *μωυσῆς πάσας τὰς ῥάβδους ἀπὸ προσώπου κυρίου πρὸς πάντας υἱοὺς Iσραηλ καὶ εἶδον καὶ ἔλαβον ἕκαστος τὴν ῥάβδον αὐτοῦ

25. καὶ εἶπεν κύριος πρὸς *μωυσῆν ἀπόθες τὴν ῥάβδον Aαρων ἐνώπιον τῶν μαρτυρίων εἰς διατήρησιν σημεῖον τοῖς υἱοῖς τῶν ἀνηκόων καὶ παυσάσθω γογγυσμὸς αὐτῶν ἀπ' ἐμοῦ καὶ οὐ μὴ ἀποθάνωσιν

26. καὶ ἐποίησεν *μωυσῆς καὶ Aαρων καθὰ συνέταξεν κύριος τῷ *μωυσῇ οὕτως ἐποίησαν

27. καὶ εἶπαν οἱ υἱοὶ Iσραηλ πρὸς *μωυσῆν λέγοντες ἰδοὺ ἐξανηλώμεθα ἀπολώλαμεν παρανηλώμεθα

28. πᾶς ἁπτόμενος τῆς σκηνῆς κυρίου ἀποθνῄσκει ἕως εἰς τέλος ἀποθάνωμεν















Parse Information
Hover over the lovely Greek words to see parse information.