LXX Numbers 14
Widgets to be programmed here




1. καὶ ἀναλαβοῦσα πᾶσα συναγωγὴ ἔδωκεν φωνήν καὶ ἔκλαιεν λαὸς ὅλην τὴν νύκτα ἐκείνην

2. καὶ διεγόγγυζον ἐπὶ *μωυσῆν καὶ Aαρων πάντες οἱ υἱοὶ Iσραηλ καὶ εἶπαν πρὸς αὐτοὺς πᾶσα συναγωγή ὄφελον ἀπεθάνομεν ἐν γῇ Aἰγύπτῳ ἐν τῇ ἐρήμῳ ταύτῃ εἰ ἀπεθάνομεν

3. καὶ ἵνα τί κύριος εἰσάγει ἡμᾶς εἰς τὴν γῆν ταύτην πεσεῖν ἐν πολέμῳ αἱ γυναῖκες ἡμῶν καὶ τὰ παιδία ἔσονται εἰς διαρπαγήν νῦν οὖν βέλτιον ἡμῖν ἐστιν ἀποστραφῆναι εἰς Aἴγυπτον

4. καὶ εἶπαν ἕτερος τῷ ἑτέρῳ δῶμεν ἀρχηγὸν καὶ ἀποστρέψωμεν εἰς Aἴγυπτον

5. καὶ ἔπεσεν *μωυσῆς καὶ Aαρων ἐπὶ πρόσωπον ἐναντίον πάσης συναγωγῆς υἱῶν Iσραηλ

6. Ἰησοῦς δὲ τοῦ *ναυη καὶ *χαλεβ τοῦ Iεφοννη τῶν κατασκεψαμένων τὴν γῆν διέρρηξαν τὰ ἱμάτια αὐτῶν

7. καὶ εἶπαν πρὸς πᾶσαν συναγωγὴν υἱῶν Iσραηλ λέγοντες γῆ ἣν κατεσκεψάμεθα αὐτήν ἀγαθή ἐστιν σφόδρα σφόδρα

8. εἰ αἱρετίζει ἡμᾶς κύριος εἰσάξει ἡμᾶς εἰς τὴν γῆν ταύτην καὶ δώσει αὐτὴν ἡμῖν γῆ ἥτις ἐστὶν ῥέουσα γάλα καὶ μέλι

9. ἀλλὰ ἀπὸ τοῦ κυρίου μὴ ἀποστάται γίνεσθε ὑμεῖς δὲ μὴ φοβηθῆτε τὸν λαὸν τῆς γῆς ὅτι κατάβρωμα ἡμῖν ἐστιν ἀφέστηκεν γὰρ καιρὸς ἀπ' αὐτῶν δὲ κύριος ἐν ἡμῖν μὴ φοβηθῆτε αὐτούς

10. καὶ εἶπεν πᾶσα συναγωγὴ καταλιθοβολῆσαι αὐτοὺς ἐν λίθοις καὶ δόξα κυρίου ὤφθη ἐν νεφέλῃ ἐπὶ τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν πᾶσι τοῖς υἱοῖς Iσραηλ

11. καὶ εἶπεν κύριος πρὸς *μωυσῆν ἕως τίνος παροξύνει με λαὸς οὗτος καὶ ἕως τίνος οὐ πιστεύουσίν μοι ἐν πᾶσιν τοῖς σημείοις οἷς ἐποίησα ἐν αὐτοῖς

12. πατάξω αὐτοὺς θανάτῳ καὶ ἀπολῶ αὐτοὺς καὶ ποιήσω σὲ καὶ τὸν οἶκον τοῦ πατρός σου εἰς ἔθνος μέγα καὶ πολὺ μᾶλλον τοῦτο

13. καὶ εἶπεν *μωυσῆς πρὸς κύριον καὶ ἀκούσεται Aἴγυπτος ὅτι ἀνήγαγες τῇ ἰσχύι σου τὸν λαὸν τοῦτον ἐξ αὐτῶν

14. ἀλλὰ καὶ πάντες οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς ταύτης ἀκηκόασιν ὅτι σὺ εἶ κύριος ἐν τῷ λαῷ τούτῳ ὅστις ὀφθαλμοῖς κατ' ὀφθαλμοὺς ὀπτάζῃ κύριε καὶ νεφέλη σου ἐφέστηκεν ἐπ' αὐτῶν καὶ ἐν στύλῳ νεφέλης σὺ πορεύῃ πρότερος αὐτῶν τὴν ἡμέραν καὶ ἐν στύλῳ πυρὸς τὴν νύκτα

15. καὶ ἐκτρίψεις τὸν λαὸν τοῦτον ὡσεὶ ἄνθρωπον ἕνα καὶ ἐροῦσιν τὰ ἔθνη ὅσοι ἀκηκόασιν τὸ ὄνομά σου λέγοντες

16. παρὰ τὸ μὴ δύνασθαι κύριον εἰσαγαγεῖν τὸν λαὸν τοῦτον εἰς τὴν γῆν ἣν ὤμοσεν αὐτοῖς κατέστρωσεν αὐτοὺς ἐν τῇ ἐρήμῳ

17. καὶ νῦν ὑψωθήτω ἰσχύς σου κύριε ὃν τρόπον εἶπας λέγων

18. κύριος μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός ἀφαιρῶν ἀνομίας καὶ ἀδικίας καὶ ἁμαρτίας καὶ καθαρισμῷ οὐ καθαριεῖ τὸν ἔνοχον ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἕως τρίτης καὶ τετάρτης

19. ἄφες τὴν ἁμαρτίαν τῷ λαῷ τούτῳ κατὰ τὸ μέγα ἔλεός σου καθάπερ ἵλεως αὐτοῖς ἐγένου ἀπ' Aἰγύπτου ἕως τοῦ νῦν

20. καὶ εἶπεν κύριος πρὸς *μωυσῆν ἵλεως αὐτοῖς εἰμι κατὰ τὸ ῥῆμά σου

21. ἀλλὰ ζῶ ἐγὼ καὶ ζῶν τὸ ὄνομά μου καὶ ἐμπλήσει δόξα κυρίου πᾶσαν τὴν γῆν

22. ὅτι πάντες οἱ ἄνδρες οἱ ὁρῶντες τὴν δόξαν μου καὶ τὰ σημεῖα ἐποίησα ἐν Aἰγύπτῳ καὶ ἐν τῇ ἐρήμῳ ταύτῃ καὶ ἐπείρασάν με τοῦτο δέκατον καὶ οὐκ εἰσήκουσάν μου τῆς φωνῆς

23. μὴν οὐκ ὄψονται τὴν γῆν ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν ἀλλ' τὰ τέκνα αὐτῶν ἐστιν μετ' ἐμοῦ ὧδε ὅσοι οὐκ οἴδασιν ἀγαθὸν οὐδὲ κακόν πᾶς νεώτερος ἄπειρος τούτοις δώσω τὴν γῆν πάντες δὲ οἱ παροξύναντές με οὐκ ὄψονται αὐτήν

24. δὲ παῖς μου *χαλεβ ὅτι ἐγενήθη πνεῦμα ἕτερον ἐν αὐτῷ καὶ ἐπηκολούθησέν μοι εἰσάξω αὐτὸν εἰς τὴν γῆν εἰς ἣν εἰσῆλθεν ἐκεῖ καὶ τὸ σπέρμα αὐτοῦ κληρονομήσει αὐτήν

25. δὲ Aμαληκ καὶ *χαναναῖος κατοικοῦσιν ἐν τῇ κοιλάδι αὔριον ἐπιστράφητε ὑμεῖς καὶ ἀπάρατε εἰς τὴν ἔρημον ὁδὸν θάλαςαν ἐρυθράν

26. καὶ εἶπεν κύριος πρὸς *μωυσῆν καὶ Aαρων λέγων

27. ἕως τίνος τὴν συναγωγὴν τὴν πονηρὰν ταύτην αὐτοὶ γογγύζουσιν ἐναντίον ἐμοῦ τὴν γόγγυσιν τῶν υἱῶν Iσραηλ ἣν ἐγόγγυσαν περὶ ὑμῶν ἀκήκοα

28. εἰπὸν αὐτοῖς ζῶ ἐγώ λέγει κύριος μὴν ὃν τρόπον λελαλήκατε εἰς τὰ ὦτά μου οὕτως ποιήσω ὑμῖν

29. ἐν τῇ ἐρήμῳ ταύτῃ πεσεῖται τὰ κῶλα ὑμῶν καὶ πᾶσα ἐπισκοπὴ ὑμῶν καὶ οἱ κατηριθμημένοι ὑμῶν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω ὅσοι ἐγόγγυσαν ἐπ' ἐμοί

30. εἰ ὑμεῖς εἰσελεύσεσθε εἰς τὴν γῆν ἐφ' ἣν ἐξέτεινα τὴν χεῖρά μου κατασκηνῶσαι ὑμᾶς ἐπ' αὐτῆς ἀλλ' *χαλεβ υἱὸς Iεφοννη καὶ Ἰησοῦς τοῦ *ναυη

31. καὶ τὰ παιδία εἴπατε ἐν διαρπαγῇ ἔσεσθαι εἰσάξω αὐτοὺς εἰς τὴν γῆν καὶ κληρονομήσουσιν τὴν γῆν ἣν ὑμεῖς ἀπέστητε ἀπ' αὐτῆς

32. καὶ τὰ κῶλα ὑμῶν πεσεῖται ἐν τῇ ἐρήμῳ ταύτῃ

33. οἱ δὲ υἱοὶ ὑμῶν ἔσονται νεμόμενοι ἐν τῇ ἐρήμῳ τεςαράκοντα ἔτη καὶ ἀνοίσουσιν τὴν πορνείαν ὑμῶν ἕως ἂν ἀναλωθῇ τὰ κῶλα ὑμῶν ἐν τῇ ἐρήμῳ

34. κατὰ τὸν ἀριθμὸν τῶν ἡμερῶν ὅσας κατεσκέψασθε τὴν γῆν τεςαράκοντα ἡμέρας ἡμέραν τοῦ ἐνιαυτοῦ λήμψεσθε τὰς ἁμαρτίας ὑμῶν τεςαράκοντα ἔτη καὶ γνώσεσθε τὸν θυμὸν τῆς ὀργῆς μου

35. ἐγὼ κύριος ἐλάλησα μὴν οὕτως ποιήσω τῇ συναγωγῇ τῇ πονηρᾷ ταύτῃ τῇ ἐπισυνεσταμένῃ ἐπ' ἐμέ ἐν τῇ ἐρήμῳ ταύτῃ ἐξαναλωθήσονται καὶ ἐκεῖ ἀποθανοῦνται

36. καὶ οἱ ἄνθρωποι οὓς ἀπέστειλεν *μωυσῆς κατασκέψασθαι τὴν γῆν καὶ παραγενηθέντες διεγόγγυσαν κατ' αὐτῆς πρὸς τὴν συναγωγὴν ἐξενέγκαι ῥήματα πονηρὰ περὶ τῆς γῆς

37. καὶ ἀπέθανον οἱ ἄνθρωποι οἱ κατείπαντες κατὰ τῆς γῆς πονηρὰ ἐν τῇ πληγῇ ἔναντι κυρίου

38. καὶ Ἰησοῦς υἱὸς *ναυη καὶ *χαλεβ υἱὸς Iεφοννη ἔζησαν ἀπὸ τῶν ἀνθρώπων ἐκείνων τῶν πεπορευμένων κατασκέψασθαι τὴν γῆν

39. καὶ ἐλάλησεν *μωυσῆς τὰ ῥήματα ταῦτα πρὸς πάντας υἱοὺς Iσραηλ καὶ ἐπένθησεν λαὸς σφόδρα

40. καὶ ὀρθρίσαντες τὸ πρωὶ ἀνέβησαν εἰς τὴν κορυφὴν τοῦ ὄρους λέγοντες ἰδοὺ οἵδε ἡμεῖς ἀναβησόμεθα εἰς τὸν τόπον ὃν εἶπεν κύριος ὅτι ἡμάρτομεν

41. καὶ εἶπεν *μωυσῆς ἵνα τί ὑμεῖς παραβαίνετε τὸ ῥῆμα κυρίου οὐκ εὔοδα ἔσται ὑμῖν

42. μὴ ἀναβαίνετε οὐ γάρ ἐστιν κύριος μεθ' ὑμῶν καὶ πεσεῖσθε πρὸ προσώπου τῶν ἐχθρῶν ὑμῶν

43. ὅτι Aμαληκ καὶ *χαναναῖος ἐκεῖ ἔμπροσθεν ὑμῶν καὶ πεσεῖσθε μαχαίρᾳ οὗ εἵνεκεν ἀπεστράφητε ἀπειθοῦντες κυρίῳ καὶ οὐκ ἔσται κύριος ἐν ὑμῖν

44. καὶ διαβιασάμενοι ἀνέβησαν ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους δὲ κιβωτὸς τῆς διαθήκης κυρίου καὶ *μωυσῆς οὐκ ἐκινήθησαν ἐκ τῆς παρεμβολῆς

45. καὶ κατέβη Aμαληκ καὶ *χαναναῖος ἐγκαθήμενος ἐν τῷ ὄρει ἐκείνῳ καὶ ἐτρέψαντο αὐτοὺς καὶ κατέκοψαν αὐτοὺς ἕως Eρμαν καὶ ἀπεστράφησαν εἰς τὴν παρεμβολήν















Parse Information
Hover over the lovely Greek words to see parse information.