LXX Numbers 13
Widgets to be programmed here




1. καὶ ἐλάλησεν κύριος πρὸς *μωυσῆν λέγων

2. ἀπόστειλον σεαυτῷ ἄνδρας καὶ κατασκεψάσθωσαν τὴν γῆν τῶν *χαναναίων ἣν ἐγὼ δίδωμι τοῖς υἱοῖς Iσραηλ εἰς κατάσχεσιν ἄνδρα ἕνα κατὰ φυλὴν κατὰ δήμους πατριῶν αὐτῶν ἀποστελεῖς αὐτούς πάντα ἀρχηγὸν ἐξ αὐτῶν

3. καὶ ἐξαπέστειλεν αὐτοὺς *μωυσῆς ἐκ τῆς ἐρήμου *φαραν διὰ φωνῆς κυρίου πάντες ἄνδρες ἀρχηγοὶ υἱῶν Iσραηλ οὗτοι

4. καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν τῆς φυλῆς Ρουβην *σαλαμιηλ υἱὸς *ζακχουρ

5. τῆς φυλῆς *συμεων *σαφατ υἱὸς *σουρι

6. τῆς φυλῆς Iουδα *χαλεβ υἱὸς Iεφοννη

7. τῆς φυλῆς Iςαχαρ Iγααλ υἱὸς Iωσηφ

8. τῆς φυλῆς Eφραιμ Aυση υἱὸς *ναυη

9. τῆς φυλῆς *βενιαμιν *φαλτι υἱὸς Ραφου

10. τῆς φυλῆς *ζαβουλων *γουδιηλ υἱὸς *σουδι

11. τῆς φυλῆς Iωσηφ τῶν υἱῶν *μαναςη *γαδδι υἱὸς *σουσι

12. τῆς φυλῆς *δαν Aμιηλ υἱὸς *γαμαλι

13. τῆς φυλῆς Aσηρ *σαθουρ υἱὸς *μιχαηλ

14. τῆς φυλῆς *νεφθαλι *ναβι υἱὸς Iαβι

15. τῆς φυλῆς *γαδ *γουδιηλ υἱὸς *μακχι

16. ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν οὓς ἀπέστειλεν *μωυσῆς κατασκέψασθαι τὴν γῆν καὶ ἐπωνόμασεν *μωυσῆς τὸν Aυση υἱὸν *ναυη Ἰησοῦν

17. καὶ ἀπέστειλεν αὐτοὺς *μωυσῆς κατασκέψασθαι τὴν γῆν *χανααν καὶ εἶπεν πρὸς αὐτούς ἀνάβητε ταύτῃ τῇ ἐρήμῳ καὶ ἀναβήσεσθε εἰς τὸ ὄρος

18. καὶ ὄψεσθε τὴν γῆν τίς ἐστιν καὶ τὸν λαὸν τὸν ἐγκαθήμενον ἐπ' αὐτῆς εἰ ἰσχυρότερός ἐστιν ἀσθενής εἰ ὀλίγοι εἰσὶν πολλοί

19. καὶ τίς γῆ εἰς ἣν οὗτοι ἐγκάθηνται ἐπ' αὐτῆς εἰ καλή ἐστιν πονηρά καὶ τίνες αἱ πόλεις εἰς ἂς οὗτοι κατοικοῦσιν ἐν αὐταῖς εἰ ἐν τειχήρεσιν ἐν ἀτειχίστοις

20. καὶ τίς γῆ εἰ πίων παρειμένη εἰ ἔστιν ἐν αὐτῇ δένδρα οὔ καὶ προσκαρτερήσαντες λήμψεσθε ἀπὸ τῶν καρπῶν τῆς γῆς καὶ αἱ ἡμέραι ἡμέραι ἔαρος πρόδρομοι σταφυλῆς

21. καὶ ἀναβάντες κατεσκέψαντο τὴν γῆν ἀπὸ τῆς ἐρήμου *σιν ἕως Ρααβ εἰσπορευομένων Eφααθ

22. καὶ ἀνέβησαν κατὰ τὴν ἔρημον καὶ ἦλθον ἕως *χεβρων καὶ ἐκεῖ Aχιμαν καὶ *σεςι καὶ *θελαμιν γενεαὶ Eναχ καὶ *χεβρων ἑπτὰ ἔτεσιν ᾠκοδομήθη πρὸ τοῦ *τάνιν Aἰγύπτου

23. καὶ ἤλθοσαν ἕως *φάραγγος βότρυος καὶ κατεσκέψαντο αὐτήν καὶ ἔκοψαν ἐκεῖθεν κλῆμα καὶ βότρυν σταφυλῆς ἕνα ἐπ' αὐτοῦ καὶ ἦραν αὐτὸν ἐπ' ἀναφορεῦσιν καὶ ἀπὸ τῶν ῥοῶν καὶ ἀπὸ τῶν συκῶν

24. τὸν τόπον ἐκεῖνον ἐπωνόμασαν *φάραγξ βότρυος διὰ τὸν βότρυν ὃν ἔκοψαν ἐκεῖθεν οἱ υἱοὶ Iσραηλ

25. καὶ ἀπέστρεψαν ἐκεῖθεν κατασκεψάμενοι τὴν γῆν μετὰ τεςαράκοντα ἡμέρας

26. καὶ πορευθέντες ἦλθον πρὸς *μωυσῆν καὶ Aαρων καὶ πρὸς πᾶσαν συναγωγὴν υἱῶν Iσραηλ εἰς τὴν ἔρημον *φαραν *καδης καὶ ἀπεκρίθησαν αὐτοῖς ῥῆμα καὶ πάσῃ τῇ συναγωγῇ καὶ ἔδειξαν τὸν καρπὸν τῆς γῆς

27. καὶ διηγήσαντο αὐτῷ καὶ εἶπαν ἤλθαμεν εἰς τὴν γῆν εἰς ἣν ἀπέστειλας ἡμᾶς γῆν ῥέουσαν γάλα καὶ μέλι καὶ οὗτος καρπὸς αὐτῆς

28. ἀλλ' ὅτι θρασὺ τὸ ἔθνος τὸ κατοικοῦν ἐπ' αὐτῆς καὶ αἱ πόλεις ὀχυραὶ τετειχισμέναι καὶ μεγάλαι σφόδρα καὶ τὴν γενεὰν Eναχ ἑωράκαμεν ἐκεῖ

29. καὶ Aμαληκ κατοικεῖ ἐν τῇ γῇ τῇ πρὸς νότον καὶ *χετταῖος καὶ Eυαῖος καὶ Iεβουσαῖος καὶ Aμορραῖος κατοικεῖ ἐν τῇ ὀρεινῇ καὶ *χαναναῖος κατοικεῖ παρὰ θάλαςαν καὶ παρὰ τὸν Iορδάνην ποταμόν

30. καὶ κατεσιώπησεν *χαλεβ τὸν λαὸν πρὸς *μωυσῆν καὶ εἶπεν αὐτῷ οὐχί ἀλλὰ ἀναβάντες ἀναβησόμεθα καὶ κατακληρονομήσομεν αὐτήν ὅτι δυνατοὶ δυνησόμεθα πρὸς αὐτούς

31. καὶ οἱ ἄνθρωποι οἱ συναναβάντες μετ' αὐτοῦ εἶπαν οὐκ ἀναβαίνομεν ὅτι οὐ μὴ δυνώμεθα ἀναβῆναι πρὸς τὸ ἔθνος ὅτι ἰσχυρότερόν ἐστιν ἡμῶν μᾶλλον

32. καὶ ἐξήνεγκαν ἔκστασιν τῆς γῆς ἣν κατεσκέψαντο αὐτήν πρὸς τοὺς υἱοὺς Iσραηλ λέγοντες τὴν γῆν ἣν παρήλθομεν αὐτὴν κατασκέψασθαι γῆ κατέσθουσα τοὺς κατοικοῦντας ἐπ' αὐτῆς ἐστιν πᾶς λαός ὃν ἑωράκαμεν ἐν αὐτῇ ἄνδρες ὑπερμήκεις

33. καὶ ἐκεῖ ἑωράκαμεν τοὺς γίγαντας καὶ ἦμεν ἐνώπιον αὐτῶν ὡσεὶ ἀκρίδες ἀλλὰ καὶ οὕτως ἦμεν ἐνώπιον αὐτῶν















Parse Information
Hover over the lovely Greek words to see parse information.