1. καὶ ἐλάλησεν κύριος πρὸς *μωυσῆν ἐν τῇ ἐρήμῳ τῇ *σινα ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἐν μιᾷ τοῦ μηνὸς τοῦ δευτέρου ἔτους δευτέρου ἐξελθόντων αὐτῶν ἐκ γῆς Aἰγύπτου λέγων
2. λάβετε ἀρχὴν πάσης συναγωγῆς υἱῶν Iσραηλ κατὰ συγγενείας αὐτῶν κατ' οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ἐξ ὀνόματος αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πᾶς ἄρσην
3. ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευόμενος ἐν δυνάμει Iσραηλ ἐπισκέψασθε αὐτοὺς σὺν δυνάμει αὐτῶν σὺ καὶ Aαρων ἐπισκέψασθε αὐτούς
4. καὶ μεθ' ὑμῶν ἔσονται ἕκαστος κατὰ φυλὴν ἑκάστου ἀρχόντων κατ' οἴκους πατριῶν ἔσονται
5. καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν οἵτινες παραστήσονται μεθ' ὑμῶν τῶν Ρουβην Eλισουρ υἱὸς *σεδιουρ
6. τῶν *συμεων *σαλαμιηλ υἱὸς *σουρισαδαι
7. τῶν Iουδα *νααςων υἱὸς Aμιναδαβ
8. τῶν Iςαχαρ *ναθαναηλ υἱὸς *σωγαρ
9. τῶν *ζαβουλων Eλιαβ υἱὸς *χαιλων
10. τῶν υἱῶν Iωσηφ τῶν Eφραιμ Eλισαμα υἱὸς Eμιουδ τῶν *μαναςη *γαμαλιηλ υἱὸς *φαδαςουρ
11. τῶν *βενιαμιν Aβιδαν υἱὸς *γαδεωνι
12. τῶν *δαν Aχιεζερ υἱὸς Aμισαδαι
13. τῶν Aσηρ *φαγαιηλ υἱὸς Eχραν
14. τῶν *γαδ Eλισαφ υἱὸς Ραγουηλ
15. τῶν *νεφθαλι Aχιρε υἱὸς Aιναν
16. οὗτοι ἐπίκλητοι τῆς συναγωγῆς ἄρχοντες τῶν φυλῶν κατὰ πατριάς χιλίαρχοι Iσραηλ εἰσίν
17. καὶ ἔλαβεν *μωυσῆς καὶ Aαρων τοὺς ἄνδρας τούτους τοὺς ἀνακληθέντας ἐξ ὀνόματος
18. καὶ πᾶσαν τὴν συναγωγὴν συνήγαγον ἐν μιᾷ τοῦ μηνὸς τοῦ δευτέρου ἔτους καὶ ἐπηξονοῦσαν κατὰ γενέσεις αὐτῶν κατὰ πατριὰς αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶν ἀρσενικὸν κατὰ κεφαλὴν αὐτῶν
19. ὃν τρόπον συνέταξεν κύριος τῷ *μωυσῇ καὶ ἐπεσκέπησαν ἐν τῇ ἐρήμῳ τῇ *σινα
20. καὶ ἐγένοντο οἱ υἱοὶ Ρουβην πρωτοτόκου Iσραηλ κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ' οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει
21. ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Ρουβην ἓξ καὶ τεςαράκοντα χιλιάδες καὶ πεντακόσιοι
22. τοῖς υἱοῖς *συμεων κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ' οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει
23. ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς *συμεων ἐννέα καὶ πεντήκοντα χιλιάδες καὶ τριακόσιοι
24. τοῖς υἱοῖς Iουδα κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ' οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει
25. ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Iουδα τέςαρες καὶ ἑβδομήκοντα χιλιάδες καὶ ἑξακόσιοι
26. τοῖς υἱοῖς Iςαχαρ κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ' οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει
27. ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Iςαχαρ τέςαρες καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι
28. τοῖς υἱοῖς *ζαβουλων κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ' οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει
29. ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς *ζαβουλων ἑπτὰ καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι
30. τοῖς υἱοῖς Iωσηφ υἱοῖς Eφραιμ κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ' οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει
31. ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Eφραιμ τεςαράκοντα χιλιάδες καὶ πεντακόσιοι
32. τοῖς υἱοῖς *μαναςη κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ' οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει
33. ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς *μαναςη δύο καὶ τριάκοντα χιλιάδες καὶ διακόσιοι
34. τοῖς υἱοῖς *βενιαμιν κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ' οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει
35. ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς *βενιαμιν πέντε καὶ τριάκοντα χιλιάδες καὶ τετρακόσιοι
36. τοῖς υἱοῖς *γαδ κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ' οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει
37. ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς *γαδ πέντε καὶ τεςαράκοντα χιλιάδες καὶ ἑξακόσιοι καὶ πεντήκοντα
38. τοῖς υἱοῖς *δαν κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ' οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει
39. ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς *δαν δύο καὶ ἑξήκοντα χιλιάδες καὶ ἑπτακόσιοι
40. τοῖς υἱοῖς Aσηρ κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ' οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει
41. ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Aσηρ μία καὶ τεςαράκοντα χιλιάδες καὶ πεντακόσιοι
42. τοῖς υἱοῖς *νεφθαλι κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ' οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει
43. ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς *νεφθαλι τρεῖς καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι
44. αὕτη ἡ ἐπίσκεψις ἣν ἐπεσκέψαντο *μωυσῆς καὶ Aαρων καὶ οἱ ἄρχοντες Iσραηλ δώδεκα ἄνδρες ἀνὴρ εἷς κατὰ φυλὴν μίαν κατὰ φυλὴν οἴκων πατριᾶς ἦσαν
45. καὶ ἐγένετο πᾶσα ἡ ἐπίσκεψις υἱῶν Iσραηλ σὺν δυνάμει αὐτῶν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευόμενος παρατάξασθαι ἐν Iσραηλ
46. ἑξακόσιαι χιλιάδες καὶ τρισχίλιοι καὶ πεντακόσιοι καὶ πεντήκοντα
47. οἱ δὲ *λευῖται ἐκ τῆς φυλῆς πατριᾶς αὐτῶν οὐκ ἐπεσκέπησαν ἐν τοῖς υἱοῖς Iσραηλ
48. καὶ ἐλάλησεν κύριος πρὸς *μωυσῆν λέγων
49. ὅρα τὴν φυλὴν τὴν *λευι οὐ συνεπισκέψῃ καὶ τὸν ἀριθμὸν αὐτῶν οὐ λήμψῃ ἐν μέσῳ τῶν υἱῶν Iσραηλ
50. καὶ σὺ ἐπίστησον τοὺς *λευίτας ἐπὶ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ ἐπὶ πάντα τὰ σκεύη αὐτῆς καὶ ἐπὶ πάντα ὅσα ἐστὶν ἐν αὐτῇ αὐτοὶ ἀροῦσιν τὴν σκηνὴν καὶ πάντα τὰ σκεύη αὐτῆς καὶ αὐτοὶ λειτουργήσουσιν ἐν αὐτῇ καὶ κύκλῳ τῆς σκηνῆς παρεμβαλοῦσιν
51. καὶ ἐν τῷ ἐξαίρειν τὴν σκηνὴν καθελοῦσιν αὐτὴν οἱ *λευῖται καὶ ἐν τῷ παρεμβάλλειν τὴν σκηνὴν ἀναστήσουσιν καὶ ὁ ἀλλογενὴς ὁ προσπορευόμενος ἀποθανέτω
52. καὶ παρεμβαλοῦσιν οἱ υἱοὶ Iσραηλ ἀνὴρ ἐν τῇ ἑαυτοῦ τάξει καὶ ἀνὴρ κατὰ τὴν ἑαυτοῦ ἡγεμονίαν σὺν δυνάμει αὐτῶν
53. οἱ δὲ *λευῖται παρεμβαλέτωσαν ἐναντίον κυρίου κύκλῳ τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ οὐκ ἔσται ἁμάρτημα ἐν υἱοῖς Iσραηλ καὶ φυλάξουσιν οἱ *λευῖται αὐτοὶ τὴν φυλακὴν τῆς σκηνῆς τοῦ μαρτυρίου
54. καὶ ἐποίησαν οἱ υἱοὶ Iσραηλ κατὰ πάντα ἂ ἐνετείλατο κύριος τῷ *μωυσῇ καὶ Aαρων οὕτως ἐποίησαν