LXX Leviticus 10
Widgets to be programmed here




1. καὶ λαβόντες οἱ δύο υἱοὶ Aαρων *ναδαβ καὶ Aβιουδ ἕκαστος τὸ πυρεῖον αὐτοῦ ἐπέθηκαν ἐπ' αὐτὸ πῦρ καὶ ἐπέβαλον ἐπ' αὐτὸ θυμίαμα καὶ προσήνεγκαν ἔναντι κυρίου πῦρ ἀλλότριον οὐ προσέταξεν κύριος αὐτοῖς

2. καὶ ἐξῆλθεν πῦρ παρὰ κυρίου καὶ κατέφαγεν αὐτούς καὶ ἀπέθανον ἔναντι κυρίου

3. καὶ εἶπεν *μωυσῆς πρὸς Aαρων τοῦτό ἐστιν εἶπεν κύριος λέγων ἐν τοῖς ἐγγίζουσίν μοι ἁγιασθήσομαι καὶ ἐν πάσῃ τῇ συναγωγῇ δοξασθήσομαι καὶ κατενύχθη Aαρων

4. καὶ ἐκάλεσεν *μωυσῆς τὸν *μισαδαι καὶ τὸν Eλισαφαν υἱοὺς Oζιηλ υἱοὺς τοῦ ἀδελφοῦ τοῦ πατρὸς Aαρων καὶ εἶπεν αὐτοῖς προσέλθατε καὶ ἄρατε τοὺς ἀδελφοὺς ὑμῶν ἐκ προσώπου τῶν ἁγίων ἔξω τῆς παρεμβολῆς

5. καὶ προσῆλθον καὶ ἦραν ἐν τοῖς χιτῶσιν αὐτῶν ἔξω τῆς παρεμβολῆς ὃν τρόπον εἶπεν *μωυσῆς

6. καὶ εἶπεν *μωυσῆς πρὸς Aαρων καὶ Eλεαζαρ καὶ Iθαμαρ τοὺς υἱοὺς αὐτοῦ τοὺς καταλελειμμένους τὴν κεφαλὴν ὑμῶν οὐκ ἀποκιδαρώσετε καὶ τὰ ἱμάτια ὑμῶν οὐ διαρρήξετε ἵνα μὴ ἀποθάνητε καὶ ἐπὶ πᾶσαν τὴν συναγωγὴν ἔσται θυμός οἱ ἀδελφοὶ ὑμῶν πᾶς οἶκος Iσραηλ κλαύσονται τὸν ἐμπυρισμόν ὃν ἐνεπυρίσθησαν ὑπὸ κυρίου

7. καὶ ἀπὸ τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου οὐκ ἐξελεύσεσθε ἵνα μὴ ἀποθάνητε τὸ γὰρ ἔλαιον τῆς χρίσεως τὸ παρὰ κυρίου ἐφ' ὑμῖν καὶ ἐποίησαν κατὰ τὸ ῥῆμα *μωυσῆ

8. καὶ ἐλάλησεν κύριος τῷ Aαρων λέγων

9. οἶνον καὶ σικερα οὐ πίεσθε σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ ἡνίκα ἂν εἰσπορεύησθε εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου προσπορευομένων ὑμῶν πρὸς τὸ θυσιαστήριον καὶ οὐ μὴ ἀποθάνητε νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν

10. διαστεῖλαι ἀνὰ μέσον τῶν ἁγίων καὶ τῶν βεβήλων καὶ ἀνὰ μέσον τῶν ἀκαθάρτων καὶ τῶν καθαρῶν

11. καὶ συμβιβάσεις τοὺς υἱοὺς Iσραηλ πάντα τὰ νόμιμα ἐλάλησεν κύριος πρὸς αὐτοὺς διὰ χειρὸς *μωυσῆ

12. καὶ εἶπεν *μωυσῆς πρὸς Aαρων καὶ πρὸς Eλεαζαρ καὶ Iθαμαρ τοὺς υἱοὺς Aαρων τοὺς καταλειφθέντας λάβετε τὴν θυσίαν τὴν καταλειφθεῖσαν ἀπὸ τῶν καρπωμάτων κυρίου καὶ φάγεσθε ἄζυμα παρὰ τὸ θυσιαστήριον ἅγια ἁγίων ἐστίν

13. καὶ φάγεσθε αὐτὴν ἐν τόπῳ ἁγίῳ νόμιμον γάρ σοί ἐστιν καὶ νόμιμον τοῖς υἱοῖς σου τοῦτο ἀπὸ τῶν καρπωμάτων κυρίου οὕτω γὰρ ἐντέταλταί μοι

14. καὶ τὸ στηθύνιον τοῦ ἀφορίσματος καὶ τὸν βραχίονα τοῦ ἀφαιρέματος φάγεσθε ἐν τόπῳ ἁγίῳ σὺ καὶ οἱ υἱοί σου καὶ οἶκός σου μετὰ σοῦ νόμιμον γὰρ σοὶ καὶ νόμιμον τοῖς υἱοῖς σου ἐδόθη ἀπὸ τῶν θυσιῶν τοῦ σωτηρίου τῶν υἱῶν Iσραηλ

15. τὸν βραχίονα τοῦ ἀφαιρέματος καὶ τὸ στηθύνιον τοῦ ἀφορίσματος ἐπὶ τῶν καρπωμάτων τῶν στεάτων προσοίσουσιν ἀφόρισμα ἀφορίσαι ἔναντι κυρίου καὶ ἔσται σοὶ καὶ τοῖς υἱοῖς σου καὶ ταῖς θυγατράσιν σου μετὰ σοῦ νόμιμον αἰώνιον ὃν τρόπον συνέταξεν κύριος τῷ *μωυσῇ

16. καὶ τὸν χίμαρον τὸν περὶ τῆς ἁμαρτίας ζητῶν ἐξεζήτησεν *μωυσῆς καὶ ὅδε ἐνεπεπύριστο καὶ ἐθυμώθη *μωυσῆς ἐπὶ Eλεαζαρ καὶ Iθαμαρ τοὺς υἱοὺς Aαρων τοὺς καταλελειμμένους λέγων

17. διὰ τί οὐκ ἐφάγετε τὸ περὶ τῆς ἁμαρτίας ἐν τόπῳ ἁγίῳ ὅτι γὰρ ἅγια ἁγίων ἐστίν τοῦτο ἔδωκεν ὑμῖν φαγεῖν ἵνα ἀφέλητε τὴν ἁμαρτίαν τῆς συναγωγῆς καὶ ἐξιλάσησθε περὶ αὐτῶν ἔναντι κυρίου

18. οὐ γὰρ εἰσήχθη τοῦ αἵματος αὐτοῦ εἰς τὸ ἅγιον κατὰ πρόσωπον ἔσω φάγεσθε αὐτὸ ἐν τόπῳ ἁγίῳ ὃν τρόπον μοι συνέταξεν κύριος

19. καὶ ἐλάλησεν Aαρων πρὸς *μωυσῆν λέγων εἰ σήμερον προσαγειόχασιν τὰ περὶ τῆς ἁμαρτίας αὐτῶν καὶ τὰ ὁλοκαυτώματα αὐτῶν ἔναντι κυρίου καὶ συμβέβηκέν μοι ταῦτα καὶ φάγομαι τὰ περὶ τῆς ἁμαρτίας σήμερον μὴ ἀρεστὸν ἔσται κυρίῳ

20. καὶ ἤκουσεν *μωυσῆς καὶ ἤρεσεν αὐτῷ















Parse Information
Hover over the lovely Greek words to see parse information.