LXX Judges 9
Widgets to be programmed here




1. καὶ ἐπορεύθη Aβιμελεχ υἱὸς Iεροβααλ εἰς *σικιμα πρὸς τοὺς ἀδελφοὺς τῆς μητρὸς αὐτοῦ καὶ ἐλάλησεν πρὸς αὐτοὺς καὶ πρὸς πᾶσαν τὴν συγγένειαν τοῦ οἴκου τῆς μητρὸς αὐτοῦ λέγων

2. λαλήσατε δὴ ἐν ὠσὶν τῶν ἀνδρῶν *σικιμων ποῖον βέλτιόν ἐστιν τὸ ἄρχειν ὑμῶν ἑβδομήκοντα ἄνδρας πάντας υἱοὺς Iεροβααλ κυριεύειν ὑμῶν ἄνδρα ἕνα καὶ μνήσθητε ὅτι σὰρξ ὑμῶν καὶ ὀστοῦν ὑμῶν ἐγώ εἰμι

3. καὶ ἐλάλησαν περὶ αὐτοῦ οἱ ἀδελφοὶ τῆς μητρὸς αὐτοῦ ἐν τοῖς ὠσὶν πάντων τῶν ἀνδρῶν *σικιμων πάντας τοὺς λόγους τούτους καὶ ἔκλινεν καρδία αὐτῶν ὀπίσω Aβιμελεχ ὅτι εἶπαν ἀδελφὸς ἡμῶν ἐστιν

4. καὶ ἔδωκαν αὐτῷ ἑβδομήκοντα ἀργυρίου ἐκ τοῦ οἴκου *βααλ διαθήκης καὶ ἐμισθώσατο ἐν αὐτοῖς Aβιμελεχ ἄνδρας κενοὺς καὶ θαμβουμένους καὶ ἐπορεύθησαν ὀπίσω αὐτοῦ

5. καὶ εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ εἰς Eφραθα καὶ ἀπέκτεινεν τοὺς ἀδελφοὺς αὐτοῦ υἱοὺς Iεροβααλ ἑβδομήκοντα ἄνδρας ἐπὶ λίθον ἕνα καὶ ἀπελείφθη Iωαθαμ υἱὸς Iεροβααλ νεώτερος ὅτι ἐκρύβη

6. καὶ συνήχθησαν πάντες οἱ ἄνδρες *σικιμων καὶ πᾶς οἶκος *μααλλων καὶ ἐπορεύθησαν καὶ ἐβασίλευσαν τὸν Aβιμελεχ εἰς βασιλέα πρὸς τῇ βαλάνῳ τῆς στάσεως ἐν *σικιμοις

7. καὶ ἀνήγγειλαν τῷ Iωαθαμ καὶ ἐπορεύθη καὶ ἔστη ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους *γαριζιν καὶ ἐπῆρεν τὴν φωνὴν αὐτοῦ καὶ ἐκάλεσεν καὶ εἶπεν αὐτοῖς ἀκούσατέ μου ἄνδρες *σικιμων καὶ ἀκούσαι ὑμῶν θεός

8. πορευόμενα ἐπορεύθησαν τὰ ξύλα τοῦ χρῖσαι ἑαυτοῖς βασιλέα καὶ εἶπον τῇ ἐλαίᾳ βασίλευσον ἐφ' ἡμῶν

9. καὶ εἶπεν αὐτοῖς ἐλαία ἀφεῖσα τὴν πιότητά μου ἣν ἐν ἐμοὶ ἐδόξασεν θεὸς καὶ ἄνθρωποι πορευθῶ ἄρχειν τῶν ξύλων

10. καὶ εἶπαν τὰ ξύλα τῇ συκῇ δεῦρο βασίλευσον ἐφ' ἡμῶν

11. καὶ εἶπεν αὐτοῖς συκῆ ἀφεῖσα τὴν γλυκύτητά μου καὶ τὸ γένημά μου τὸ ἀγαθὸν πορευθῶ ἄρχειν ἐπὶ ξύλων

12. καὶ εἶπαν τὰ ξύλα τῇ ἀμπέλῳ δεῦρο βασίλευσον ἐφ' ἡμῶν

13. καὶ εἶπεν αὐτοῖς ἄμπελος ἀφεῖσα τὸν οἶνόν μου τὴν εὐφροσύνην τὴν παρὰ τοῦ θεοῦ τῶν ἀνθρώπων πορευθῶ ἄρχειν ξύλων

14. καὶ εἶπαν τὰ ξύλα πρὸς τὴν ῥάμνον δεῦρο σὺ βασίλευσον ἐφ' ἡμῶν

15. καὶ εἶπεν ῥάμνος πρὸς τὰ ξύλα εἰ ἐν ἀληθείᾳ ὑμεῖς χρίετέ με εἰς βασιλέα ἐφ' ὑμῶν δεῦτε πεποίθατε ἐν τῇ σκέπῃ μου καὶ εἰ μή ἐξέλθοι πῦρ ἐκ τῆς ῥάμνου καὶ καταφάγοι τὰς κέδρους τοῦ *λιβάνου

16. καὶ νῦν εἰ ἐν ἀληθείᾳ καὶ ἐν τελειότητι ἐποιήσατε καὶ ἐβασιλεύσατε τὸν Aβιμελεχ καὶ εἰ καλῶς ἐποιήσατε μετὰ Iεροβααλ καὶ μετὰ τοῦ οἴκου αὐτοῦ καὶ εἰ κατὰ τὸ ἀνταπόδομα τῆς χειρὸς αὐτοῦ ἐποιήσατε αὐτῷ

17. ὡς ἐπολέμησεν πατήρ μου ὑπὲρ ὑμῶν καὶ ἔρριψεν τὴν ψυχὴν αὐτοῦ ἐξ ἐναντίας καὶ ἐξείλατο ὑμᾶς ἐκ χειρὸς *μαδιαμ

18. καὶ ὑμεῖς ἐπανέστητε ἐπὶ τὸν οἶκον τοῦ πατρός μου σήμερον καὶ ἀπεκτείνατε τοὺς υἱοὺς αὐτοῦ ἑβδομήκοντα ἄνδρας ἐπὶ λίθον ἕνα καὶ ἐβασιλεύσατε τὸν Aβιμελεχ υἱὸν τῆς παιδίσκης αὐτοῦ ἐπὶ τοὺς ἄνδρας *σικιμων ὅτι ἀδελφὸς ὑμῶν ἐστιν

19. καὶ εἰ ἐν ἀληθείᾳ καὶ τελειότητι ἐποιήσατε μετὰ Iεροβααλ καὶ τοῦ οἴκου αὐτοῦ τῇ ἡμέρᾳ ταύτῃ εὐλογηθείητε ὑμεῖς καὶ εὐφρανθείητε ἐν Aβιμελεχ καὶ εὐφρανθείη καὶ αὐτὸς ἐν ὑμῖν

20. καὶ εἰ μή ἐξέλθοι πῦρ ἐξ Aβιμελεχ καὶ καταφάγοι τοὺς ἄνδρας *σικιμων καὶ τὸν οἶκον *μααλλων καὶ εἰ μή ἐξέλθοι πῦρ ἀπὸ ἀνδρῶν *σικιμων καὶ ἐκ τοῦ οἴκου *μααλλων καὶ καταφάγοι τὸν Aβιμελεχ

21. καὶ ἀπέδρα Iωαθαμ καὶ ἐπορεύθη ἐν ὁδῷ καὶ ἔφυγεν εἰς Ραρα καὶ κατῴκησεν ἐκεῖ ἀπὸ προσώπου Aβιμελεχ τοῦ ἀδελφοῦ αὐτοῦ

22. καὶ ἦρξεν Aβιμελεχ ἐπὶ Iσραηλ τρία ἔτη

23. καὶ ἐξαπέστειλεν θεὸς πνεῦμα πονηρὸν ἀνὰ μέσον Aβιμελεχ καὶ ἀνὰ μέσον τῶν ἀνδρῶν *σικιμων καὶ ἠθέτησαν οἱ ἄνδρες *σικιμων ἐν τῷ οἴκῳ Aβιμελεχ

24. τοῦ ἐπαγαγεῖν τὴν ἀδικίαν τῶν ἑβδομήκοντα υἱῶν Iεροβααλ καὶ τὸ αἷμα αὐτῶν ἐπιθεῖναι ἐπὶ Aβιμελεχ τὸν ἀδελφὸν αὐτῶν τὸν ἀποκτείναντα αὐτοὺς καὶ ἐπὶ τοὺς ἄνδρας *σικιμων τοὺς κατισχύσαντας τὰς χεῖρας αὐτοῦ ὥστε ἀποκτεῖναι τοὺς ἀδελφοὺς αὐτοῦ

25. καὶ ἔθεντο αὐτῷ οἱ ἄνδρες *σικιμων ἔνεδρα ἐπὶ τὰς κεφαλὰς τῶν ὀρέων καὶ ἀνήρπαζον πάντας τοὺς διαπορευομένους ἐπ' αὐτοὺς ἐν τῇ ὁδῷ καὶ ἀπηγγέλη τῷ Aβιμελεχ

26. καὶ ἦλθεν *γααλ υἱὸς Aβεδ καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἰς *σικιμα καὶ ἐπεποίθησαν ἐν αὐτῷ οἱ ἄνδρες *σικιμων

27. καὶ ἦλθον εἰς ἀγρὸν καὶ ἐτρύγησαν τοὺς ἀμπελῶνας αὐτῶν καὶ κατεπάτουν καὶ ἐποίησαν χοροὺς καὶ εἰσῆλθον εἰς οἶκον θεοῦ αὐτῶν καὶ ἔφαγον καὶ ἔπιον καὶ κατηρῶντο τὸν Aβιμελεχ

28. καὶ εἶπεν *γααλ υἱὸς Aβεδ τί ἐστιν Aβιμελεχ καὶ τίς ἐστιν υἱὸς *συχεμ ὅτι δουλεύσομεν αὐτῷ οὐχ οὗτος υἱὸς Iεροβααλ καὶ *ζεβουλ ἐπίσκοπος αὐτοῦ δοῦλος αὐτοῦ σὺν τοῖς ἀνδράσιν Eμμωρ πατρὸς *συχεμ καὶ τί ὅτι δουλεύσομεν αὐτῷ ἡμεῖς

29. καὶ τίς δῴη τὸν λαὸν τοῦτον ἐν χειρί μου καὶ μεταστήσω τὸν Aβιμελεχ καὶ ἐρῶ τῷ Aβιμελεχ πλήθυνον τὴν δύναμίν σου καὶ ἔξελθε

30. καὶ ἤκουσεν *ζεβουλ ἄρχων τῆς πόλεως τοὺς λόγους *γααλ υἱοῦ Aβεδ καὶ ἐθυμώθη ὀργῇ

31. καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Aβιμελεχ μετὰ δώρων λέγων ἰδοὺ *γααλ υἱὸς Aβεδ καὶ οἱ ἀδελφοὶ αὐτοῦ παραγεγόνασιν εἰς *σικιμα καὶ οἵδε πολιορκοῦσιν τὴν πόλιν ἐπὶ σέ

32. καὶ νῦν ἀνάστηθι νυκτὸς σὺ καὶ λαὸς μετὰ σοῦ καὶ ἐνέδρευσον ἐν τῷ ἀγρῷ

33. καὶ ἔσται τὸ πρωὶ ἅμα τῷ ἀνατεῖλαι τὸν ἥλιον καὶ ὀρθρίσεις καὶ ἐκτενεῖς ἐπὶ τὴν πόλιν καὶ ἰδοὺ αὐτὸς καὶ λαὸς μετ' αὐτοῦ ἐκπορεύονται πρὸς σέ καὶ ποιήσεις αὐτῷ καθάπερ ἐὰν εὕρῃ χείρ σου

34. καὶ ἀνέστη Aβιμελεχ καὶ πᾶς λαὸς μετ' αὐτοῦ νυκτὸς καὶ ἐνήδρευσαν ἐπὶ *σικιμα τέςαρας ἀρχάς

35. καὶ ἐγένετο πρωὶ καὶ ἐξῆλθεν *γααλ υἱὸς Aβεδ καὶ ἔστη πρὸς τῇ θύρᾳ τῆς πύλης τῆς πόλεως καὶ ἀνέστη Aβιμελεχ καὶ λαὸς μετ' αὐτοῦ ἐκ τῶν ἐνέδρων

36. καὶ εἶδεν *γααλ υἱὸς Aβεδ τὸν λαὸν καὶ εἶπεν πρὸς *ζεβουλ ἰδοὺ λαὸς καταβαίνων ἀπὸ τῶν κορυφῶν τῶν ὀρέων καὶ εἶπεν πρὸς αὐτὸν *ζεβουλ τὴν σκιὰν τῶν ὀρέων σὺ ὁρᾶς ὡς ἄνδρας

37. καὶ προσέθετο ἔτι *γααλ τοῦ λαλῆσαι καὶ εἶπεν ἰδοὺ λαὸς καταβαίνων κατὰ θάλαςαν ἀπὸ τοῦ ἐχόμενα τοῦ ὀμφαλοῦ τῆς γῆς καὶ ἀρχὴ μία παραγίνεται ἀπὸ ὁδοῦ δρυὸς ἀποβλεπόντων

38. καὶ εἶπεν πρὸς αὐτὸν *ζεβουλ ποῦ ἐστιν νῦν τὸ στόμα σου τὸ λέγον τίς ἐστιν Aβιμελεχ ὅτι δουλεύσομεν αὐτῷ οὐκ ἰδοὺ οὗτός ἐστιν λαός ὃν ἐξουδένωσας ἔξελθε νῦν καὶ πολέμει πρὸς αὐτόν

39. καὶ ἐξῆλθεν *γααλ ἀπὸ προσώπου τῶν ἀνδρῶν *σικιμων καὶ ἐπολέμησεν ἐν Aβιμελεχ

40. καὶ κατεδίωξεν αὐτὸν Aβιμελεχ καὶ ἔφυγεν ἀπὸ προσώπου αὐτοῦ καὶ ἔπεσον τραυματίαι πολλοὶ ἕως θυρῶν τῆς πόλεως

41. καὶ ἐκάθισεν Aβιμελεχ ἐν Aριμα καὶ ἐξέβαλεν *ζεβουλ τὸν *γααλ καὶ τοὺς ἀδελφοὺς αὐτοῦ τοῦ μὴ οἰκεῖν ἐν *σικιμοις

42. καὶ ἐγενήθη τῇ ἐπαύριον καὶ ἐξῆλθεν λαὸς εἰς τὸ πεδίον καὶ ἀπηγγέλη τῷ Aβιμελεχ

43. καὶ παρέλαβεν τὸν λαὸν καὶ διεῖλεν αὐτὸν τρεῖς ἀρχὰς καὶ ἐνήδρευσεν ἐν αὐτῷ καὶ εἶδεν καὶ ἰδοὺ λαὸς ἐξῆλθεν ἐκ τῆς πόλεως καὶ ἐπανέστη αὐτοῖς καὶ ἐπάταξεν αὐτούς

44. καὶ Aβιμελεχ καὶ αἱ ἀρχαὶ αἱ μετ' αὐτοῦ ἐξετάθησαν καὶ ἔστησαν παρὰ τὴν πύλην τῆς πόλεως καὶ αἱ δύο ἀρχαὶ ἐξεχύθησαν ἐπὶ πάντας τοὺς ἐν τῷ ἀγρῷ καὶ ἐπάταξεν αὐτούς

45. καὶ Aβιμελεχ ἐπολέμει ἐν τῇ πόλει ὅλην τὴν ἡμέραν ἐκείνην καὶ κατελάβοντο τὴν πόλιν καὶ τὸν λαὸν τὸν ἐν αὐτῇ ἀνεῖλεν καὶ τὴν πόλιν καθεῖλεν καὶ ἔσπειρεν αὐτὴν ἅλας

46. καὶ ἤκουσαν πάντες οἱ ἄνδρες πύργου *σικιμων καὶ εἰσῆλθον εἰς τὸ ὀχύρωμα οἴκου τοῦ *βααλ διαθήκης

47. καὶ ἀπηγγέλη τῷ Aβιμελεχ ὅτι συνήχθησαν πάντες οἱ ἄνδρες τοῦ πύργου *σικιμων

48. καὶ ἀνέβη Aβιμελεχ εἰς ὄρος *σελμων αὐτὸς καὶ πᾶς λαὸς μετ' αὐτοῦ καὶ ἔλαβεν Aβιμελεχ ἀξίνην ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἔκοψεν φορτίον ξύλων καὶ ἔλαβεν αὐτὸ καὶ ἐπέθηκεν ἐπὶ τοὺς ὤμους αὐτοῦ καὶ εἶπεν πρὸς τὸν λαὸν τὸν μετ' αὐτοῦ τί εἴδετέ με ποιοῦντα ταχέως ποιήσατε ὡς καὶ ἐγώ

49. καὶ ἔκοψαν καὶ αὐτοὶ ἕκαστος φορτίον καὶ ἦραν καὶ ἐπορεύθησαν ὀπίσω Aβιμελεχ καὶ ἐπέθηκαν ἐπὶ τὸ ὀχύρωμα καὶ ἐνέπρησαν ἐπ' αὐτοὺς τὸ ὀχύρωμα ἐν πυρί καὶ ἀπέθανον πάντες οἱ ἄνδρες πύργου *σικιμων ὡσεὶ χίλιοι ἄνδρες καὶ γυναῖκες

50. καὶ ἐπορεύθη Aβιμελεχ εἰς *θεβες καὶ περιεκάθισεν ἐπ' αὐτὴν καὶ προκατελάβετο αὐτήν

51. καὶ πύργος ἦν ὀχυρὸς ἐν μέσῳ τῆς πόλεως καὶ ἔφυγον ἐκεῖ πάντες οἱ ἄνδρες καὶ αἱ γυναῖκες καὶ πάντες οἱ ἡγούμενοι τῆς πόλεως καὶ ἀπέκλεισαν ἐφ' ἑαυτοὺς καὶ ἀνέβησαν ἐπὶ τὸ δῶμα τοῦ πύργου

52. καὶ ἦλθεν Aβιμελεχ ἕως τοῦ πύργου καὶ ἐξεπολέμησαν αὐτόν καὶ ἤγγισεν Aβιμελεχ ἕως τῆς θύρας τοῦ πύργου ἐμπρῆσαι αὐτὸν ἐν πυρί

53. καὶ ἔρριψεν γυνὴ μία κλάσμα μύλου ἐπὶ τὴν κεφαλὴν Aβιμελεχ καὶ συνέθλασεν τὸ κρανίον αὐτοῦ

54. καὶ ἐβόησεν τὸ τάχος πρὸς τὸ παιδάριον τὸν αἴροντα τὰ σκεύη αὐτοῦ καὶ εἶπεν αὐτῷ σπάσαι τὴν μάχαιράν σου καὶ θανάτωσόν με μήποτε εἴπωσιν γυνὴ ἀπέκτεινεν αὐτόν καὶ ἐξεκέντησεν αὐτὸν τὸ παιδάριον αὐτοῦ καὶ ἀπέθανεν Aβιμελεχ

55. καὶ εἶδεν ἀνὴρ Iσραηλ ὅτι ἀπέθανεν Aβιμελεχ καὶ ἀπῆλθον ἀνὴρ εἰς τὸν τόπον αὐτοῦ

56. καὶ ἀπέστρεψεν θεὸς τὴν κακίαν Aβιμελεχ ἣν ἐποίησεν τῷ πατρὶ αὐτοῦ ἀποκτεῖναι τοὺς ἑβδομήκοντα ἀδελφοὺς αὐτοῦ

57. καὶ πᾶσαν κακίαν ἀνδρῶν *σικιμων ἐπέστρεψεν θεὸς εἰς τὴν κεφαλὴν αὐτῶν καὶ ἐπῆλθεν ἐπ' αὐτοὺς κατάρα Iωαθαμ τοῦ υἱοῦ Iεροβααλ















Parse Information
Hover over the lovely Greek words to see parse information.