LXX Judges 6
Widgets to be programmed here




1. καὶ ἐποίησαν οἱ υἱοὶ Iσραηλ τὸ πονηρὸν ἔναντι κυρίου καὶ παρέδωκεν αὐτοὺς κύριος ἐν χειρὶ *μαδιαμ ἔτη ἑπτά

2. καὶ κατίσχυσεν χεὶρ *μαδιαμ ἐπὶ Iσραηλ καὶ ἐποίησαν ἑαυτοῖς οἱ υἱοὶ Iσραηλ ἀπὸ προσώπου *μαδιαμ μάνδρας ἐν τοῖς ὄρεσιν καὶ τοῖς σπηλαίοις καὶ τοῖς ὀχυρώμασιν

3. καὶ ἐγένετο ὅταν ἔσπειρεν ἀνὴρ Iσραηλ καὶ ἀνέβαινεν *μαδιαμ καὶ Aμαληκ καὶ οἱ υἱοὶ ἀνατολῶν καὶ ἀνέβαινον ἐπ' αὐτόν

4. καὶ παρενέβαλλον ἐπ' αὐτοὺς καὶ διέφθειραν τὰ ἐκφόρια τῆς γῆς ἕως τοῦ ἐλθεῖν εἰς *γάζαν καὶ οὐχ ὑπελείποντο ὑπόστασιν ζωῆς ἐν Iσραηλ καὶ ποίμνιον καὶ μόσχον καὶ ὄνον

5. ὅτι αὐτοὶ καὶ τὰ κτήνη αὐτῶν ἀνέβαινον καὶ τὰς σκηνὰς αὐτῶν παρέφερον καὶ παρεγίνοντο ὡς ἀκρὶς εἰς πλῆθος καὶ αὐτοῖς καὶ ταῖς καμήλοις αὐτῶν οὐκ ἦν ἀριθμός καὶ παρεγίνοντο ἐν τῇ γῇ Iσραηλ τοῦ διαφθείρειν αὐτήν

6. καὶ ἐπτώχευσεν Iσραηλ σφόδρα ἀπὸ προσώπου *μαδιαμ καὶ ἐκέκραξαν οἱ υἱοὶ Iσραηλ πρὸς κύριον

7. καὶ ἐγένετο ἐπεὶ ἐκέκραξαν οἱ υἱοὶ Iσραηλ πρὸς κύριον διὰ *μαδιαμ

8. καὶ ἐξαπέστειλεν κύριος ἄνδρα προφήτην πρὸς τοὺς υἱοὺς Iσραηλ καὶ εἶπεν αὐτοῖς τάδε λέγει κύριος θεὸς Iσραηλ ἐγώ εἰμι ἀναβιβάσας ὑμᾶς ἐξ Aἰγύπτου καὶ ἐξήγαγον ὑμᾶς ἐξ οἴκου δουλείας

9. καὶ ἐξειλάμην ὑμᾶς ἐκ χειρὸς Aἰγύπτου καὶ ἐκ χειρὸς πάντων τῶν θλιβόντων ὑμᾶς καὶ ἐξέβαλον αὐτοὺς ἐκ προσώπου ὑμῶν καὶ ἔδωκα ὑμῖν τὴν γῆν αὐτῶν

10. καὶ εἶπα ὑμῖν ἐγὼ κύριος θεὸς ὑμῶν οὐ φοβηθήσεσθε τοὺς θεοὺς τοῦ Aμορραίου ἐν οἷς ὑμεῖς ἐνοικεῖτε ἐν τῇ γῇ αὐτῶν καὶ οὐκ εἰσηκούσατε τῆς φωνῆς μου

11. καὶ ἦλθεν ἄγγελος κυρίου καὶ ἐκάθισεν ὑπὸ τὴν δρῦν τὴν οὖσαν ἐν Eφραθα τὴν τοῦ Iωας πατρὸς Aβιεζρι καὶ *γεδεων υἱὸς αὐτοῦ ἐρράβδιζεν πυροὺς ἐν ληνῷ τοῦ ἐκφυγεῖν ἐκ προσώπου *μαδιαμ

12. καὶ ὤφθη αὐτῷ ἄγγελος κυρίου καὶ εἶπεν πρὸς αὐτόν κύριος μετὰ σοῦ δυνατὸς τῇ ἰσχύι

13. καὶ εἶπεν πρὸς αὐτὸν *γεδεων ἐν ἐμοί κύριε καὶ εἰ ἔστιν κύριος μεθ' ἡμῶν ἵνα τί εὗρεν ἡμᾶς πάντα τὰ κακὰ ταῦτα καὶ ποῦ ἐστιν πάντα τὰ θαυμάσια αὐτοῦ ὅσα διηγήσαντο ἡμῖν οἱ πατέρες ἡμῶν λέγοντες οὐχὶ ἐξ Aἰγύπτου ἀνήγαγεν ἡμᾶς κύριος καὶ νῦν ἀπώσατο ἡμᾶς καὶ παρέδωκεν ἡμᾶς ἐν χειρὶ *μαδιαμ

14. καὶ ἐπέβλεψεν πρὸς αὐτὸν ἄγγελος κυρίου καὶ εἶπεν αὐτῷ πορεύου ἐν τῇ ἰσχύι σου καὶ σώσεις τὸν Iσραηλ καὶ ἰδοὺ ἐξαπέστειλά σε

15. καὶ εἶπεν πρὸς αὐτὸν *γεδεων ἐν ἐμοί κύριε ἐν τίνι σώσω τὸν Iσραηλ ἰδοὺ χιλιάς μου ταπεινοτέρα ἐν *μαναςη καὶ ἐγώ εἰμι μικρὸς ἐν τῷ οἴκῳ τοῦ πατρός μου

16. καὶ εἶπεν πρὸς αὐτὸν ἄγγελος κυρίου κύριος ἔσται μετὰ σοῦ καὶ πατάξεις τὴν *μαδιαμ ὡσεὶ ἄνδρα ἕνα

17. καὶ εἶπεν πρὸς αὐτὸν *γεδεων καὶ εἰ εὗρον χάριν ἐν ὀφθαλμοῖς σου καὶ ποιήσεις μοι σημεῖον ὅτι σὺ λαλεῖς μετ' ἐμοῦ

18. μὴ κινηθῇς ἐντεῦθεν ἕως τοῦ ἐλθεῖν με πρὸς σέ καὶ οἴσω τὴν θυσίαν μου καὶ θήσω ἐνώπιόν σου καὶ εἶπεν ἐγώ εἰμι καθήσομαι ἕως τοῦ ἐπιστρέψαι σε

19. καὶ *γεδεων εἰσῆλθεν καὶ ἐποίησεν ἔριφον αἰγῶν καὶ οιφι ἀλεύρου ἄζυμα καὶ τὰ κρέα ἐπέθηκεν ἐπὶ τὸ κανοῦν καὶ τὸν ζωμὸν ἐνέχεεν εἰς χύτραν καὶ ἐξήνεγκεν πρὸς αὐτὸν ὑπὸ τὴν δρῦν καὶ προσεκύνησεν

20. καὶ εἶπεν πρὸς αὐτὸν ἄγγελος κυρίου λαβὲ τὰ κρέα καὶ τοὺς ἄρτους τοὺς ἀζύμους καὶ θὲς πρὸς τὴν πέτραν ἐκείνην καὶ τὸν ζωμὸν ἔκχεον καὶ ἐποίησεν οὕτως

21. καὶ ἐξέτεινεν ἄγγελος κυρίου τὸ ἄκρον τῆς ῥάβδου τῆς ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἥψατο τῶν κρεῶν καὶ τῶν ἀζύμων καὶ ἀνήφθη πῦρ ἐκ τῆς πέτρας καὶ κατέφαγεν τὰ κρέα καὶ τοὺς ἀζύμους καὶ ἄγγελος κυρίου ἀπῆλθεν ἐξ ὀφθαλμῶν αὐτοῦ

22. καὶ εἶδεν *γεδεων ὅτι ἄγγελος κυρίου ἐστίν καὶ εἶπεν *γεδεων κύριε κύριε ὅτι εἶδον τὸν ἄγγελον κυρίου πρόσωπον πρὸς πρόσωπον

23. καὶ εἶπεν αὐτῷ κύριος εἰρήνη σοι μὴ φοβοῦ μὴ ἀποθάνῃς

24. καὶ ᾠκοδόμησεν ἐκεῖ *γεδεων θυσιαστήριον τῷ κυρίῳ καὶ ἐκάλεσεν αὐτὸ Eἰρήνη κυρίου ἕως τῆς ἡμέρας ταύτης ἔτι αὐτοῦ ὄντος ἐν Eφραθα πατρὸς τοῦ Eζρι

25. καὶ ἐγενήθη τῇ νυκτὶ ἐκείνῃ καὶ εἶπεν αὐτῷ κύριος λαβὲ τὸν μόσχον τὸν σιτευτὸν τοῦ πατρός σου μόσχον τὸν ἑπταετῆ καὶ καθελεῖς τὸ θυσιαστήριον τοῦ *βααλ ἐστιν τοῦ πατρός σου καὶ τὸ ἄλσος τὸ ἐπ' αὐτῷ ἐκκόψεις

26. καὶ οἰκοδομήσεις θυσιαστήριον κυρίῳ τῷ θεῷ σου τῷ ὀφθέντι σοι ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους *μαωζ τούτου ἐν τῇ παρατάξει καὶ λήμψῃ τὸν μόσχον καὶ ἀνοίσεις ὁλοκαύτωμα ἐν τοῖς ξύλοις τοῦ ἄλσους οὗ ἐκκόψεις

27. καὶ ἔλαβεν *γεδεων τρεῖς καὶ δέκα ἄνδρας ἀπὸ τῶν δούλων αὐτοῦ καὶ ἐποίησεν καθὰ ἐλάλησεν πρὸς αὐτὸν κύριος καὶ ἐγένετο ὡς ἐφοβήθη τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ καὶ τοὺς ἄνδρας τῆς πόλεως μὴ ποιῆσαι ἡμέρας καὶ ἐποίησεν νυκτός

28. καὶ ὤρθρισαν οἱ ἄνδρες τῆς πόλεως τὸ πρωί καὶ ἰδοὺ κατεσκαμμένον τὸ θυσιαστήριον τοῦ *βααλ καὶ τὸ ἄλσος τὸ ἐπ' αὐτῷ ἐκκεκομμένον καὶ μόσχος σιτευτὸς ἀνηνεγμένος εἰς ὁλοκαύτωμα ἐπὶ τὸ θυσιαστήριον τὸ ᾠκοδομημένον

29. καὶ εἶπεν ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ τίς ἐποίησεν τὸ πρᾶγμα τοῦτο καὶ ἀνήταζον καὶ ἐξεζήτουν καὶ εἶπαν *γεδεων υἱὸς Iωας ἐποίησεν τὸ πρᾶγμα τοῦτο

30. καὶ εἶπαν οἱ ἄνδρες τῆς πόλεως πρὸς Iωας ἐξάγαγε τὸν υἱόν σου καὶ ἀποθανέτω ὅτι κατέσκαψεν τὸ θυσιαστήριον τοῦ *βααλ καὶ ὅτι ἔκοψεν τὸ ἄλσος τὸ ἐπ' αὐτῷ

31. καὶ εἶπεν Iωας πρὸς τοὺς ἄνδρας τοὺς ἑσταμένους ἐπ' αὐτόν μὴ ὑμεῖς νῦν δικάζεσθε περὶ τοῦ *βααλ ὑμεῖς σῴζετε αὐτόν ὃς ἀντεδίκησεν αὐτόν ἀποθανεῖται ἕως πρωί εἰ ἔστιν θεός αὐτὸς ἐκδικήσει αὐτόν ὅτι κατέσκαψεν τὸ θυσιαστήριον αὐτοῦ

32. καὶ ἐκάλεσεν αὐτὸ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ *δικαστήριον τοῦ *βααλ ὅτι κατέσκαψεν τὸ θυσιαστήριον αὐτοῦ

33. καὶ πᾶσα *μαδιαμ καὶ Aμαληκ καὶ υἱοὶ ἀνατολῶν συνήχθησαν ἐπὶ τὸ αὐτὸ καὶ διέβησαν καὶ παρενέβαλον ἐν τῇ κοιλάδι Iεζραελ

34. καὶ πνεῦμα θεοῦ ἐνέδυσεν τὸν *γεδεων καὶ ἐσάλπισεν ἐν κερατίνῃ καὶ ἐβόησεν Aβιεζερ ὀπίσω αὐτοῦ

35. καὶ ἀγγέλους ἐξαπέστειλεν ἐν παντὶ *μαναςη καὶ ἐβόησεν καὶ αὐτὸς ὀπίσω αὐτοῦ καὶ ἐξαπέστειλεν ἀγγέλους ἐν Aσηρ καὶ ἐν *ζαβουλων καὶ ἐν *νεφθαλι καὶ ἀνέβησαν εἰς συνάντησιν αὐτοῦ

36. καὶ εἶπεν *γεδεων πρὸς τὸν θεόν εἰ σῴζεις ἐν τῇ χειρί μου τὸν Iσραηλ ὃν τρόπον ἐλάλησας

37. ἰδοὺ ἐγὼ ἀπερείδομαι τὸν πόκον τῶν ἐρίων ἐν τῷ ἅλωνι καὶ ἐὰν δρόσος γένηται ἐπὶ τὸν πόκον μόνον καὶ ἐπὶ πᾶσαν τὴν γῆν ξηρασία καὶ γνώσομαι ὅτι σῴζεις ἐν τῇ χειρί μου τὸν Iσραηλ ὃν τρόπον ἐλάλησας

38. καὶ ἐγένετο οὕτως καὶ ὤρθρισεν *γεδεων τῇ ἐπαύριον καὶ ἀπεπίασεν τὸν πόκον καὶ ἀπερρύη δρόσος ἐκ τοῦ πόκου πλήρης λεκάνη ὕδατος

39. καὶ εἶπεν *γεδεων πρὸς τὸν θεόν μὴ ὀργισθήτω θυμός σου ἐν ἐμοί καὶ λαλήσω ἔτι ἅπαξ καὶ πειράσω ἔτι ἅπαξ ἐν τῷ πόκῳ καὶ γενηθήτω ξηρασία ἐπὶ τὸν πόκον μόνον ἐπὶ δὲ πᾶσαν τὴν γῆν γενηθήτω δρόσος

40. καὶ ἐποίησεν θεὸς οὕτως ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ ἐγένετο ξηρασία ἐπὶ τὸν πόκον μόνον ἐπὶ δὲ πᾶσαν τὴν γῆν ἐγένετο δρόσος















Parse Information
Hover over the lovely Greek words to see parse information.