LXX Judges 4
Widgets to be programmed here




1. καὶ προσέθεντο οἱ υἱοὶ Iσραηλ ποιῆσαι τὸ πονηρὸν ἔναντι κυρίου

2. καὶ ἀπέδοτο αὐτοὺς κύριος ἐν χειρὶ Iαβιν βασιλέως *χανααν ὃς ἐβασίλευσεν ἐν Aσωρ καὶ ἄρχων τῆς δυνάμεως αὐτοῦ *σισαρα καὶ αὐτὸς κατῴκει ἐν Aρισωθ τῶν ἐθνῶν

3. καὶ ἐκέκραξαν οἱ υἱοὶ Iσραηλ πρὸς κύριον ὅτι ἐννακόσια ἅρματα σιδηρᾶ ἦν αὐτῷ καὶ αὐτὸς ἔθλιψεν τὸν Iσραηλ κατὰ κράτος εἴκοσι ἔτη

4. καὶ *δεββωρα γυνὴ προφῆτις γυνὴ *λαφιδωθ αὐτὴ ἔκρινεν τὸν Iσραηλ ἐν τῷ καιρῷ ἐκείνῳ

5. καὶ αὐτὴ ἐκάθητο ὑπὸ φοίνικα *δεββωρα ἀνὰ μέσον Ραμα καὶ ἀνὰ μέσον *βαιθηλ ἐν ὄρει Eφραιμ καὶ ἀνέβαινον πρὸς αὐτὴν οἱ υἱοὶ Iσραηλ ἐκεῖ τοῦ κρίνεσθαι

6. καὶ ἀπέστειλεν *δεββωρα καὶ ἐκάλεσεν τὸν *βαρακ υἱὸν Aβινεεμ ἐκ *κεδες *νεφθαλι καὶ εἶπεν πρὸς αὐτόν οὐχὶ σοὶ ἐνετείλατο κύριος θεὸς Iσραηλ καὶ ἀπελεύσῃ εἰς ὄρος *θαβωρ καὶ λήμψῃ μετὰ σεαυτοῦ δέκα χιλιάδας ἀνδρῶν ἀπὸ τῶν υἱῶν *νεφθαλι καὶ ἀπὸ τῶν υἱῶν *ζαβουλων

7. καὶ ἀπάξω πρὸς σὲ εἰς τὸν χειμάρρουν *κισων τὸν *σισαρα ἄρχοντα τῆς δυνάμεως Iαβιν καὶ τὰ ἅρματα αὐτοῦ καὶ τὸ πλῆθος αὐτοῦ καὶ παραδώσω αὐτὸν ἐν τῇ χειρί σου

8. καὶ εἶπεν πρὸς αὐτὴν *βαρακ ἐὰν πορευθῇς μετ' ἐμοῦ πορεύσομαι καὶ ἐὰν μὴ πορευθῇς μετ' ἐμοῦ οὐ πορεύσομαι ὅτι οὐκ οἶδα τὴν ἡμέραν ἐν εὐοδοῖ κύριος τὸν ἄγγελον μετ' ἐμοῦ

9. καὶ εἶπεν πρὸς αὐτὸν *δεββωρα πορευομένη πορεύσομαι μετὰ σοῦ πλὴν γίνωσκε ὅτι οὐκ ἔσται τὸ προτέρημά σου εἰς τὴν ὁδόν ἣν σὺ πορεύῃ ὅτι ἐν χειρὶ γυναικὸς ἀποδώσεται κύριος τὸν *σισαρα καὶ ἀνέστη *δεββωρα καὶ ἐπορεύθη μετὰ τοῦ *βαρακ εἰς *κεδες

10. καὶ παρήγγειλεν *βαρακ τῷ *ζαβουλων καὶ τῷ *νεφθαλι εἰς *κεδες καὶ ἀνέβησαν κατὰ πόδας αὐτοῦ δέκα χιλιάδες ἀνδρῶν καὶ *δεββωρα ἀνέβη μετ' αὐτοῦ

11. καὶ οἱ πλησίον τοῦ *κιναίου ἐχωρίσθησαν ἀπὸ τῶν υἱῶν Iωβαβ γαμβροῦ *μωυσῆ καὶ ἔπηξεν τὴν σκηνὴν αὐτοῦ πρὸς δρῦν ἀναπαυομένων ἐστιν ἐχόμενα *κεδες

12. καὶ ἀνήγγειλαν τῷ *σισαρα ὅτι ἀνέβη *βαρακ υἱὸς Aβινεεμ ἐπ' ὄρος *θαβωρ

13. καὶ ἐκάλεσεν *σισαρα πάντα τὰ ἅρματα αὐτοῦ ὅτι ἐννακόσια ἅρματα σιδηρᾶ ἦν αὐτῷ καὶ πάντα τὸν λαὸν τὸν μετ' αὐτοῦ ἀπὸ Aρισωθ τῶν ἐθνῶν εἰς τὸν χειμάρρουν *κισων

14. καὶ εἶπεν *δεββωρα πρὸς *βαρακ ἀνάστηθι ὅτι αὕτη ἡμέρα ἐν παρέδωκεν κύριος τὸν *σισαρα ἐν χειρί σου οὐκ ἰδοὺ κύριος ἐλεύσεται ἔμπροσθέν σου καὶ κατέβη *βαρακ ἀπὸ τοῦ ὄρους *θαβωρ καὶ δέκα χιλιάδες ἀνδρῶν ὀπίσω αὐτοῦ

15. καὶ ἐξέστησεν κύριος τὸν *σισαρα καὶ πάντα τὰ ἅρματα αὐτοῦ καὶ πᾶσαν τὴν παρεμβολὴν αὐτοῦ ἐν στόματι ῥομφαίας ἐνώπιον *βαρακ καὶ κατέβη *σισαρα ἀπὸ τοῦ ἅρματος αὐτοῦ καὶ ἔφυγεν τοῖς ποσὶν αὐτοῦ

16. καὶ *βαρακ διώκων ὀπίσω τῶν ἁρμάτων καὶ ὀπίσω τῆς παρεμβολῆς ἕως δρυμοῦ τῶν ἐθνῶν καὶ ἔπεσεν πᾶσα παρεμβολὴ *σισαρα ἐν στόματι ῥομφαίας οὐ κατελείφθη ἕως ἑνός

17. καὶ *σισαρα ἀνεχώρησεν τοῖς ποσὶν αὐτοῦ εἰς σκηνὴν Iαηλ γυναικὸς *χαβερ τοῦ *κιναίου ὅτι εἰρήνη ἀνὰ μέσον Iαβιν βασιλέως Aσωρ καὶ ἀνὰ μέσον οἴκου *χαβερ τοῦ *κιναίου

18. καὶ ἐξῆλθεν Iαηλ εἰς ἀπάντησιν *σισαρα καὶ εἶπεν πρὸς αὐτόν ἔκνευσον κύριέ μου ἔκνευσον πρός με μὴ φοβοῦ καὶ ἐξένευσεν πρὸς αὐτὴν εἰς τὴν σκηνήν καὶ συνεκάλυψεν αὐτὸν ἐν τῇ δέρρει αὐτῆς

19. καὶ εἶπεν *σισαρα πρὸς αὐτήν πότισόν με δὴ μικρὸν ὕδωρ ὅτι ἐδίψησα καὶ ἤνοιξεν τὸν ἀσκὸν τοῦ γάλακτος καὶ ἐπότισεν αὐτὸν καὶ συνεκάλυψεν τὸ πρόσωπον αὐτοῦ

20. καὶ εἶπεν πρὸς αὐτήν στῆθι ἐν τῇ θύρᾳ τῆς σκηνῆς καὶ ἔσται ἐάν τις ἔλθῃ πρὸς σὲ καὶ ἐρωτήσῃ σε καὶ εἴπῃ σοι ἔστιν ἐνταῦθα ἀνήρ καὶ ἐρεῖς οὐκ ἔστιν καὶ συνεκάλυψεν αὐτὸν ἐν τῇ δέρρει αὐτῆς

21. καὶ ἔλαβεν Iαηλ γυνὴ *χαβερ τὸν πάςαλον τῆς σκηνῆς καὶ ἔθηκεν τὴν σφῦραν ἐν τῇ χειρὶ αὐτῆς καὶ εἰσῆλθεν πρὸς αὐτὸν ἡσυχῇ καὶ ἐνέκρουσεν τὸν πάςαλον ἐν τῇ γνάθῳ αὐτοῦ καὶ διήλασεν ἐν τῇ γῇ καὶ αὐτὸς ἀπεσκάρισεν ἀνὰ μέσον τῶν γονάτων αὐτῆς καὶ ἐξέψυξεν καὶ ἀπέθανεν

22. καὶ ἰδοὺ *βαρακ διώκων τὸν *σισαρα καὶ ἐξῆλθεν Iαηλ εἰς ἀπαντὴν αὐτοῦ καὶ εἶπεν αὐτῷ δεῦρο καὶ δείξω σοι τὸν ἄνδρα ὃν σὺ ζητεῖς καὶ εἰσῆλθεν πρὸς αὐτήν καὶ ἰδοὺ *σισαρα πεπτωκὼς νεκρός καὶ πάςαλος ἐν τῇ γνάθῳ αὐτοῦ

23. καὶ ἐταπείνωσεν κύριος θεὸς τὸν Iαβιν βασιλέα *χανααν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐνώπιον υἱῶν Iσραηλ

24. καὶ ἐπορεύθη χεὶρ τῶν υἱῶν Iσραηλ πορευομένη καὶ σκληρυνομένη ἐπὶ Iαβιν βασιλέα *χανααν ἕως ἐξωλέθρευσαν αὐτόν















Parse Information
Hover over the lovely Greek words to see parse information.