LXX Judges 21
Widgets to be programmed here




1. καὶ ἀνὴρ Iσραηλ ὤμοσεν ἐν *μαςηφα λέγων ἀνὴρ ἐξ ἡμῶν οὐ δώσει τὴν θυγατέρα αὐτοῦ τῷ *βενιαμιν εἰς γυναῖκα

2. καὶ παρεγένοντο πᾶς λαὸς εἰς *μαςηφα καὶ *βαιθηλ καὶ ἐκάθισαν ἐκεῖ ἕως ἑσπέρας ἐνώπιον τοῦ θεοῦ καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν κλαυθμὸν μέγαν

3. καὶ εἶπαν ἵνα τί κύριε θεὸς Iσραηλ ἐγενήθη αὕτη ἐν τῷ Iσραηλ τοῦ ἐπισκεπῆναι σήμερον ἐν τῷ Iσραηλ φυλὴν μίαν

4. καὶ ἐγένετο ἐν τῇ ἐπαύριον καὶ ὤρθρισεν λαὸς καὶ ᾠκοδόμησαν ἐκεῖ θυσιαστήριον καὶ ἀνήνεγκαν ὁλοκαυτώματα σωτηρίου

5. καὶ εἶπαν οἱ υἱοὶ Iσραηλ τίς μὴ ἀναβὰς ἐν τῇ ἐκκλησίᾳ ἐκ πασῶν φυλῶν Iσραηλ πρὸς κύριον ὅτι ὅρκος μέγας ἦν τῷ μὴ ἀναβάντι πρὸς κύριον εἰς *μαςηφα λέγοντες θανάτῳ ἀποθανεῖται

6. καὶ παρεκλήθησαν οἱ υἱοὶ Iσραηλ περὶ *βενιαμιν τοῦ ἀδελφοῦ αὐτῶν καὶ εἶπαν ἀφῄρηται σήμερον φυλὴ μία ἐξ Iσραηλ

7. τί ποιήσωμεν αὐτοῖς τοῖς ὑπολειφθεῖσιν εἰς γυναῖκας καὶ ἡμεῖς ὠμόσαμεν ἐν κυρίῳ τοῦ μὴ δοῦναι αὐτοῖς ἀπὸ τῶν θυγατέρων ἡμῶν εἰς γυναῖκας

8. καὶ εἶπαν τίς μία τῶν φυλῶν Iσραηλ ἥτις οὐκ ἀνέβη πρὸς κύριον εἰς *μαςηφα καὶ ἰδοὺ οὐκ ἦλθεν ἀνὴρ εἰς τὴν παρεμβολὴν ἀπὸ Iαβις *γαλααδ εἰς τὴν ἐκκλησίαν

9. καὶ ἐπεσκέπη λαός καὶ ἰδοὺ οὐκ ἔστιν ἐκεῖ ἀνὴρ ἀπὸ τῶν κατοικούντων Iαβις *γαλααδ

10. καὶ ἀπέστειλαν ἐκεῖ συναγωγὴ δώδεκα χιλιάδας ἀνδρῶν ἀπὸ τῶν υἱῶν τῆς δυνάμεως καὶ ἐνετείλαντο αὐτοῖς λέγοντες πορεύθητε καὶ πατάξατε πάντας τοὺς κατοικοῦντας Iαβις *γαλααδ ἐν στόματι ῥομφαίας καὶ τὰς γυναῖκας καὶ τὸν λαόν

11. καὶ οὗτος λόγος ὃν ποιήσετε πᾶν ἀρσενικὸν καὶ πᾶσαν γυναῖκα γινώσκουσαν κοίτην ἄρσενος ἀναθεματιεῖτε

12. καὶ εὗρον ἀπὸ τῶν κατοικούντων Iαβις *γαλααδ τετρακοσίας νεάνιδας παρθένους αἳ οὐκ ἔγνωσαν ἄνδρα εἰς κοίτην ἄρσενος καὶ ἦγον αὐτὰς εἰς τὴν παρεμβολὴν εἰς *σηλω ἐστιν ἐν γῇ *χανααν

13. καὶ ἀπέστειλεν πᾶσα συναγωγὴ καὶ ἐλάλησαν πρὸς *βενιαμιν τὸν ἐν τῇ πέτρᾳ Ρεμμων καὶ ἐκάλεσαν αὐτοὺς εἰς εἰρήνην

14. καὶ ἀπέστρεψεν *βενιαμιν πρὸς τοὺς υἱοὺς Iσραηλ ἐν τῷ καιρῷ ἐκείνῳ καὶ ἔδωκαν αὐτοῖς τὰς γυναῖκας αἵτινες ἦσαν ἐκ τῶν γυναικῶν Iαβις *γαλααδ καὶ ἤρεσεν αὐτοῖς οὕτως

15. καὶ λαὸς παρεκλήθη τῷ *βενιαμιν ὅτι ἐποίησεν κύριος διακοπὴν ἐν ταῖς φυλαῖς Iσραηλ

16. καὶ εἶπαν οἱ πρεσβύτεροι τῆς συναγωγῆς τί ποιήσωμεν τοῖς ἐπιλοίποις εἰς γυναῖκας ὅτι ἠφάνισται ἐκ τοῦ *βενιαμιν γυνή

17. καὶ εἶπαν κληρονομία διασεσῳσμένη τῷ *βενιαμιν καὶ οὐ μὴ ἐξαλειφθῇ φυλὴ ἐξ Iσραηλ

18. καὶ ἡμεῖς οὐ δυνησόμεθα δοῦναι αὐτοῖς γυναῖκας ἀπὸ τῶν θυγατέρων ἡμῶν ὅτι ὠμόσαμεν οἱ υἱοὶ Iσραηλ λέγοντες ἐπικατάρατος διδοὺς γυναῖκα τῷ *βενιαμιν

19. καὶ εἶπαν ἑορτὴ τῷ κυρίῳ ἐν *σηλω ἀφ' ἡμερῶν εἰς ἡμέρας ἐστιν ἀπὸ βορρᾶ τῆς *βαιθηλ κατ' ἀνατολὰς ἡλίου ἐν τῇ ὁδῷ τῇ ἀναβαινούσῃ ἐκ *βαιθηλ εἰς *σικιμα καὶ ἀπὸ νότου τοῦ *λιβάνου τῆς *λεβωνα

20. καὶ ἐνετείλαντο τοῖς υἱοῖς *βενιαμιν λέγοντες διέλθατε καὶ ἐνεδρεύσατε ἐν τοῖς ἀμπελῶσιν

21. καὶ ὄψεσθε καὶ ἰδοὺ ὡς ἂν ἐξέλθωσιν αἱ θυγατέρες τῶν κατοικούντων *σηλω ἐν *σηλω χορεῦσαι ἐν χοροῖς καὶ ἐξελεύσεσθε ἀπὸ τῶν ἀμπελώνων καὶ ἁρπάσετε ἀνὴρ ἑαυτῷ γυναῖκα ἀπὸ τῶν θυγατέρων *σηλω καὶ ἀπελεύσεσθε εἰς γῆν *βενιαμιν

22. καὶ ἔσται ὅταν ἔλθωσιν οἱ πατέρες αὐτῶν οἱ ἀδελφοὶ αὐτῶν κρίνεσθαι πρὸς ὑμᾶς καὶ ἐροῦμεν πρὸς αὐτούς ἐλεήσατε αὐτούς ὅτι οὐκ ἔλαβον ἀνὴρ γυναῖκα αὐτοῦ ἐν τῷ πολέμῳ οὐ γὰρ ὑμεῖς δεδώκατε αὐτοῖς κατὰ τὸν καιρὸν ἐπλημμελήσατε

23. καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ *βενιαμιν καὶ ἔλαβον γυναῖκας κατὰ τὸν ἀριθμὸν αὐτῶν ἀπὸ τῶν χορευουσῶν ἂς διήρπασαν καὶ ἀπῆλθον καὶ ἀπέστρεψαν ἐπὶ τὴν κληρονομίαν αὐτῶν καὶ ᾠκοδόμησαν ἑαυτοῖς πόλεις καὶ κατῴκησαν ἐν αὐταῖς

24. καὶ περιεπάτησαν ἐκεῖθεν οἱ υἱοὶ Iσραηλ ἐν τῷ καιρῷ ἐκείνῳ ἀνὴρ εἰς τὴν φυλὴν αὐτοῦ καὶ εἰς τὴν συγγένειαν αὐτοῦ καὶ ἀπῆλθον ἐκεῖθεν ἀνὴρ εἰς τὴν κληρονομίαν αὐτοῦ

25. ἐν ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν Iσραηλ ἀνὴρ ἕκαστος τὸ εὐθὲς ἐν ὀφθαλμοῖς αὐτοῦ ἐποίει















Parse Information
Hover over the lovely Greek words to see parse information.