LXX Judges 20
Widgets to be programmed here




1. καὶ ἐξῆλθον πάντες οἱ υἱοὶ Iσραηλ καὶ ἐξεκκλησιάσθη πᾶσα συναγωγὴ ὡς ἀνὴρ εἷς ἀπὸ *δαν καὶ ἕως *βηρσαβεε καὶ γῆ *γαλααδ πρὸς κύριον εἰς *μαςηφα

2. καὶ ἔστη τὸ κλίμα παντὸς τοῦ λαοῦ πᾶσαι αἱ φυλαὶ Iσραηλ ἐν τῇ ἐκκλησίᾳ τοῦ λαοῦ τοῦ θεοῦ τετρακόσιαι χιλιάδες ἀνδρῶν πεζῶν σπωμένων ῥομφαίαν

3. καὶ ἤκουσαν οἱ υἱοὶ *βενιαμιν ὅτι ἀνέβησαν οἱ υἱοὶ Iσραηλ πρὸς κύριον εἰς *μαςηφα καὶ εἶπαν οἱ υἱοὶ Iσραηλ λαλήσατε ποῦ ἐγένετο κακία αὕτη

4. καὶ ἀπεκρίθη ἀνὴρ *λευίτης ἀνὴρ τῆς γυναικὸς τῆς πεφονευμένης καὶ εἶπεν εἰς *γαβαα τῆς *βενιαμιν ἦλθον ἐγὼ καὶ παλλακή μου καταλῦσαι

5. καὶ ἀνέστησαν ἐπ' ἐμὲ οἱ ἄνδρες οἱ παρὰ τῆς *γαβαα καὶ περιεκύκλωσαν ἐπ' ἐμὲ τὴν οἰκίαν νυκτὸς καὶ ἐμὲ ἠθέλησαν ἀποκτεῖναι καὶ τὴν παλλακήν μου ἐταπείνωσαν καὶ ἐνέπαιξαν αὐτῇ καὶ ἀπέθανεν

6. καὶ ἐπελαβόμην τῆς παλλακῆς μου καὶ ἐμέλισα αὐτὴν καὶ ἐξαπέστειλα ἐν παντὶ ὁρίῳ κληρονομίας Iσραηλ ὅτι ἐποίησαν ἀφροσύνην ἐν τῷ Iσραηλ

7. ἰδοὺ πάντες ὑμεῖς οἱ υἱοὶ Iσραηλ δότε ἑαυτοῖς λόγον καὶ βουλήν

8. καὶ ἀνέστη πᾶς λαὸς ὡς ἀνὴρ εἷς λέγων οὐκ εἰσελευσόμεθα ἀνὴρ εἰς τὸ σκήνωμα αὐτοῦ καὶ οὐκ ἐκκλινοῦμεν ἀνὴρ εἰς τὸν οἶκον αὐτοῦ

9. καὶ νῦν τοῦτο τὸ ῥῆμα ποιήσομεν τῇ *γαβαα ἀναβησόμεθα ἐπ' αὐτὴν ἐν κλήρῳ

10. καὶ λημψόμεθα δέκα ἄνδρας τοῖς ἑκατὸν καὶ ἑκατὸν τοῖς χιλίοις καὶ χιλίους τοῖς μυρίοις λαβεῖν ἐπισιτισμὸν τῷ λαῷ τοῖς εἰσπορευομένοις ἐπιτελέσαι τῇ *γαβαα τοῦ *βενιαμιν κατὰ πᾶσαν τὴν ἀφροσύνην ἣν ἐποίησαν ἐν Iσραηλ

11. καὶ συνήχθη πᾶς ἀνὴρ Iσραηλ ἐκ τῶν πόλεων ὡς ἀνὴρ εἷς ἐρχόμενοι

12. καὶ ἐξαπέστειλαν αἱ φυλαὶ Iσραηλ ἄνδρας ἐν πάσῃ φυλῇ *βενιαμιν λέγοντες τίς κακία αὕτη γενομένη ἐν ὑμῖν

13. καὶ νῦν δότε τοὺς ἄνδρας τοὺς ἀσεβεῖς τοὺς ἐν *γαβαα τοὺς υἱοὺς *βελιαλ καὶ θανατώσομεν αὐτοὺς καὶ ἐξαροῦμεν κακίαν ἐξ Iσραηλ καὶ οὐκ ἠθέλησαν οἱ υἱοὶ *βενιαμιν εἰσακοῦσαι τῆς φωνῆς τῶν ἀδελφῶν αὐτῶν τῶν υἱῶν Iσραηλ

14. καὶ συνήχθησαν οἱ υἱοὶ *βενιαμιν ἐκ τῶν πόλεων αὐτῶν εἰς *γαβαα ἐξελθεῖν τοῦ πολεμῆσαι μετὰ υἱῶν Iσραηλ

15. καὶ ἐπεσκέπησαν οἱ υἱοὶ *βενιαμιν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ τῶν πόλεων εἴκοσι καὶ πέντε χιλιάδες ἀνδρῶν σπωμένων ῥομφαίαν χωρὶς τῶν κατοικούντων τὴν *γαβαα οὗτοι ἐπεσκέπησαν ἑπτακόσιοι ἄνδρες νεανίσκοι ἐκλεκτοὶ

16. ἀμφοτεροδέξιοι πάντες οὗτοι σφενδονῆται βάλλοντες λίθους πρὸς τὴν τρίχα καὶ οὐ διαμαρτάνοντες

17. καὶ πᾶς ἀνὴρ Iσραηλ ἐπεσκέπησαν χωρὶς τῶν υἱῶν *βενιαμιν τετρακόσιαι χιλιάδες ἀνδρῶν σπωμένων ῥομφαίαν πάντες οὗτοι ἄνδρες πολεμισταί

18. καὶ ἀνέστησαν καὶ ἀνέβησαν εἰς *βαιθηλ καὶ ἐπηρώτησαν ἐν τῷ θεῷ καὶ εἶπαν οἱ υἱοὶ Iσραηλ τίς ἀναβήσεται ἡμῖν ἀφηγούμενος πολεμῆσαι μετὰ *βενιαμιν καὶ εἶπεν κύριος Iουδας ἀναβήσεται ἀφηγούμενος

19. καὶ ἀνέστησαν οἱ υἱοὶ Iσραηλ καὶ παρενέβαλον ἐπὶ τὴν *γαβαα

20. καὶ ἐξῆλθεν πᾶς ἀνὴρ Iσραηλ εἰς πόλεμον μετὰ *βενιαμιν καὶ παρετάξαντο μετ' αὐτῶν εἰς πόλεμον ἀνὴρ Iσραηλ πρὸς τὴν *γαβαα

21. καὶ ἐξῆλθον οἱ υἱοὶ *βενιαμιν ἐκ τῆς πόλεως καὶ διέφθειραν ἐν Iσραηλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ δύο καὶ εἴκοσι χιλιάδας ἀνδρῶν ἐπὶ τὴν γῆν

22. καὶ ἐνίσχυσεν ἀνὴρ Iσραηλ καὶ προσέθεντο παρατάξασθαι πόλεμον ἐν τῷ τόπῳ παρετάξαντο ἐκεῖ ἐν τῇ ἡμέρᾳ τῇ πρώτῃ

23. καὶ ἀνέβησαν οἱ υἱοὶ Iσραηλ καὶ ἔκλαυσαν ἐνώπιον κυρίου ἕως ἑσπέρας καὶ ἐπηρώτησαν ἐν κυρίῳ λέγοντες εἰ προσθῶ προσεγγίσαι εἰς πόλεμον μετὰ *βενιαμιν τοῦ ἀδελφοῦ μου καὶ εἶπεν κύριος ἀνάβητε πρὸς αὐτόν

24. καὶ προσήλθοσαν οἱ υἱοὶ Iσραηλ πρὸς *βενιαμιν ἐν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ

25. καὶ ἐξῆλθεν *βενιαμιν εἰς ἀπάντησιν αὐτῶν ἐκ τῆς *γαβαα ἐν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ καὶ διέφθειρεν ἐκ τοῦ λαοῦ ὀκτωκαίδεκα χιλιάδας ἀνδρῶν ἐπὶ τὴν γῆν πάντες οὗτοι ἐσπασμένοι ῥομφαίαν

26. καὶ ἀνέβησαν πάντες οἱ υἱοὶ Iσραηλ καὶ πᾶς λαὸς καὶ ἤλθοσαν εἰς *βαιθηλ καὶ ἔκλαυσαν ἔναντι κυρίου καὶ ἐνήστευσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἀνήνεγκαν ὁλοκαυτώματα σωτηρίου ἔναντι κυρίου

27. καὶ ἐπηρώτησαν οἱ υἱοὶ Iσραηλ ἐν κυρίῳ καὶ ἐκεῖ κιβωτὸς διαθήκης κυρίου ἐν ταῖς ἡμέραις ἐκείναις

28. καὶ *φινεες υἱὸς Eλεαζαρ υἱοῦ Aαρων παρεστηκὼς ἐνώπιον αὐτῆς ἐν ταῖς ἡμέραις ἐκείναις λέγων εἰ προσθῶ ἔτι ἐξελθεῖν εἰς πόλεμον μετὰ υἱῶν *βενιαμιν τοῦ ἀδελφοῦ μου κοπάσω καὶ εἶπεν κύριος ἀνάβητε ὅτι αὔριον παραδώσω αὐτὸν ἐν χειρί σου

29. καὶ ἔθηκαν οἱ υἱοὶ Iσραηλ ἔνεδρα ἐν τῇ *γαβαα κύκλῳ

30. καὶ ἔταξεν Iσραηλ πρὸς τὸν *βενιαμιν ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ παρετάξαντο πρὸς *γαβαα καθὼς ἅπαξ καὶ ἅπαξ

31. καὶ ἐξῆλθον οἱ υἱοὶ *βενιαμιν εἰς ἀπάντησιν τοῦ λαοῦ καὶ ἐξειλκύσθησαν ἐκ τῆς πόλεως καὶ ἤρξαντο τύπτειν ἐκ τοῦ λαοῦ καθὼς ἅπαξ καὶ ἅπαξ ἐν ταῖς ὁδοῖς ἐστιν μία ἀναβαίνουσα εἰς *βαιθηλ καὶ μία ἀναβαίνουσα εἰς *γαβαα ἐν τῷ ἀγρῷ ὡσεὶ τριάκοντα ἄνδρας ἐν τῷ Iσραηλ

32. καὶ εἶπαν οἱ υἱοὶ *βενιαμιν προσκόπτουσιν ἐνώπιον ἡμῶν καθὼς ἔμπροσθεν καὶ οἱ υἱοὶ Iσραηλ εἶπαν φύγωμεν καὶ ἐκσπάσωμεν αὐτοὺς ἐκ τῆς πόλεως εἰς τὰς ὁδούς

33. καὶ πᾶς ἀνὴρ Iσραηλ ἀνέστη ἐκ τοῦ τόπου αὐτοῦ καὶ παρετάξαντο ἐν *βααλθαμαρ καὶ τὸ ἔνεδρον Iσραηλ ἐπάλαιεν ἐκ τοῦ τόπου αὐτοῦ ἀπὸ δυσμῶν τῆς *γαβαα

34. καὶ παρεγένοντο ἐξ ἐναντίας τῆς *γαβαα δέκα χιλιάδες ἀνδρῶν ἐκλεκτῶν ἐκ παντὸς Iσραηλ καὶ πόλεμος ἐβαρύνθη καὶ αὐτοὶ οὐκ ἔγνωσαν ὅτι ἀφῆπται αὐτῶν κακία

35. καὶ ἐτρόπωσεν κύριος τὸν *βενιαμιν κατὰ πρόσωπον Iσραηλ καὶ διέφθειραν οἱ υἱοὶ Iσραηλ ἐν τῷ *βενιαμιν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἴκοσι καὶ πέντε χιλιάδας καὶ ἑκατὸν ἄνδρας πάντες οὗτοι σπώμενοι ῥομφαίαν

36. καὶ εἶδεν *βενιαμιν ὅτι τετρόπωται καὶ ἔδωκεν ἀνὴρ Iσραηλ τῷ *βενιαμιν τόπον ὅτι ἤλπισαν ἐπὶ τὸ ἔνεδρον ἔταξαν πρὸς τὴν *γαβαα

37. καὶ τὸ ἔνεδρον ὥρμησεν καὶ ἐξεχύθησαν πρὸς τὴν *γαβαα καὶ ἐπορεύθη τὸ ἔνεδρον καὶ ἐπάταξαν ὅλην τὴν πόλιν ἐν στόματι ῥομφαίας

38. καὶ συνταγὴ ἦν ἀνδρὶ Iσραηλ πρὸς τὸ ἔνεδρον τοῦ ἀνενέγκαι αὐτοὺς πυρσὸν τοῦ καπνοῦ τῆς πόλεως

39. καὶ ἀνέστρεψαν ἀνὴρ Iσραηλ ἐν τῷ πολέμῳ καὶ *βενιαμιν ἦρκται τοῦ τύπτειν τραυματίας ἐν τῷ ἀνδρὶ Iσραηλ ὡσεὶ τριάκοντα ἄνδρας ὅτι εἶπαν πλὴν τροπούμενος τροποῦται ἐναντίον ἡμῶν καθὼς πόλεμος ἔμπροσθεν

40. καὶ πυρσὸς ἤρξατο ἀναβαίνειν ἐκ τῆς πόλεως στῦλος καπνοῦ καὶ ἐπέβλεψεν *βενιαμιν ὀπίσω αὐτοῦ καὶ ἰδοὺ ἀνέβη συντέλεια τῆς πόλεως εἰς τὸν οὐρανόν

41. καὶ ἀνὴρ Iσραηλ ἀπέστρεψεν καὶ ἔσπευσεν ἀνὴρ *βενιαμιν καὶ εἶδεν ὅτι ἧπται αὐτοῦ κακία

42. καὶ ἔκλιναν ἐνώπιον ἀνδρὸς Iσραηλ εἰς τὴν ὁδὸν τῆς ἐρήμου καὶ πόλεμος κατέφθασεν αὐτόν καὶ οἱ ἀπὸ τῶν πόλεων διέφθειραν αὐτὸν ἐν μέσῳ αὐτῶν

43. καὶ ἔκοψαν τὸν *βενιαμιν καταπαῦσαι αὐτὸν κατάπαυσιν καὶ κατεπάτησαν αὐτὸν ἕως ἐξ ἐναντίας τῆς *γαβαα ἀπὸ ἀνατολῶν ἡλίου

44. καὶ ἔπεσαν ἐκ τοῦ *βενιαμιν ὀκτωκαίδεκα χιλιάδες ἀνδρῶν σὺν πᾶσιν τούτοις ἄνδρες δυνατοί

45. καὶ ἐξέκλιναν καὶ ἔφυγον εἰς τὴν ἔρημον πρὸς τὴν πέτραν τὴν Ρεμμων καὶ ἐκαλαμήσαντο ἐν ταῖς ὁδοῖς πέντε χιλιάδας ἀνδρῶν καὶ προσεκολλήθησαν ὀπίσω αὐτοῦ ἕως *γαδααμ καὶ ἐπάταξαν ἐξ αὐτῶν δισχιλίους ἄνδρας

46. καὶ ἐγένοντο πάντες οἱ πεπτωκότες ἐν τῷ *βενιαμιν εἴκοσι καὶ πέντε χιλιάδες ἀνδρῶν σπωμένων ῥομφαίαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ σὺν πᾶσι τούτοις ἄνδρες δυνατοί

47. καὶ ἐξέκλιναν καὶ ἔφυγον εἰς τὴν ἔρημον πρὸς τὴν πέτραν τὴν Ρεμμων ἑξακόσιοι ἄνδρες καὶ ἐκάθισαν ἐν τῇ πέτρᾳ Ρεμμων τετράμηνον

48. καὶ ἀνὴρ Iσραηλ ἀπέκλεισεν τοὺς υἱοὺς *βενιαμιν καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ῥομφαίας ἀπὸ πόλεως ἑξῆς ἕως κτήνους ἕως παντὸς τοῦ εὑρεθέντος εἰς πάσας τὰς πόλεις καὶ τὰς πόλεις τὰς εὑρεθείσας ἐξαπέστειλαν ἐν πυρί















Parse Information
Hover over the lovely Greek words to see parse information.